Ancient Greek · ~1 min
Fragment 54
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 54
Not analysed yet
Mt 5, 25—26 Ὃ λέγει, τοιοῦτόν ἐστιν· πρὸ δίκης εὐγνωμόνει. ἐπεὶ καὶ ἐὰν ἐγκληθῇς καὶ φυλακισθῇς, οὐκ ἀπολύῃ ἕως οὗ ἀποτίσῃς ἕως ὀβολοῦ· τοῦτο γὰρ ὁ κοδράντης δηλοῖ.