Ancient Greek · ~1 min
Fragment 203
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 203
Not analysed yet
Mt 17, 11—12 Δείκνυσιν ὁ Χριστὸς τοὺς Ἰουδαίους λίαν ἀγνοοῦντας τὰς γραφάς, ἐξ ὧν τὸν Ἰωάννην οὐκ ἔγνωσαν, τοῦτ' ἔστιν τὸν πρῶτον Ἠλίαν τὸν «τὴν ὁδὸν ἑτοιμάσαντα τοῦ κυρίου», ὃν ἀγνοοῦντες καὶ ἀποκτείναντες τὸν τοῦ Χριστοῦ πρόδρομον καὶ αὐτὸν ἠγνόησαν τὸν κύριον καὶ ἀπέκτειναν αὐτόν.