Ancient Greek
Fragment 211
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 211
Not analysed yet
Mt 17, 24 καὶ πανούργως ἐρωτῶσι τὸν Πέτρον. ἐπειδή, φησίν, ἔθος ἔχει τοῖς τοῦ Μωσέως ἀντιπράττεσθαι νόμοις, οὐδὲ τὸ δίδραχμον τελεῖ, εἰδὼς ὅτι καὶ ὁ Χριστὸς ἦν εἰπὼν «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι», καὶ ὅτι τῆς οἰκονομίας ὁ τρόπος τοῦτο ἀπαιτεῖ. τούτοις μὲν οὖν εἶπεν ὁ Πέτρος—ἴσως ἐρυθριῶν ὑπὲρ τούτων διαλεχθῆναι.