Ancient Greek · ~7 min
Fragment 214
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 214
Not analysed yet
Mt 18, 10 Ἐπειδήπερ τις πολλὴ καὶ δυσαρίθμητος δαιμόνων πληθὺς τόδε τὸ σύμπαν περιφοιτᾷ πολυτρόποις ἀπάταις τὰ καθ' ἡμᾶς καταστρέφουσα, οὐρανόθεν ἡμῖν ἐπέστησεν ὁ Χριστὸς τοὺς παιδαγωγοὺς οὐχ ὡς τῆς ἀνθρώπου φύσεως τὸ ἔλαττον ἀποφερομένης—πολλοῦ γε καὶ δεῖ· μακρὰν γὰρ τῶν καθ' ἡμᾶς ἐκεῖνοι καὶ ἐναργὴς ὁ λόγος—ἀλλ' ὡς ταῖς τῶν δαιμονίων πλεονεξίαις τὴν ἰδίαν ἰσχὺν ἀντεξάγοντας καὶ τῆς ἡμετέρας ζωῆς ὑπεραθλεῖν ἰσχύοντας· κατώρθωκεν δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἁπάντων ταῖς ἡμετέραις ψυχαῖς ὁ Χριστός. πάλαι μὲν ἀχρειωθέντων ἡμῶν ἀπεκέκλειστο ὁ οὐρανὸς καὶ οὐδένα τῶν καθ' ἡμᾶς ἐποιοῦντο λόγον οἱ ἄγγελοι οἱονεὶ τῷ πάντων δεσπότῃ συναγανακτοῦντες ὡς ὑβρισμένῳ. ἐπειδὴ δὲ ηὐδόκησεν ὁ θεὸς «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ», κατεκόμισεν ἐλθὼν ἐπὶ γῆς καὶ τοὺς ἁγίους ἀγγέλους καὶ τῆς ἡμετέρας ζωῆς κηδεμόνας ἀπέδειξεν. διὸ καὶ ἔλεγεν· «ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου». «τοῦ ἀνθρώπου», τοῦτο ἔστιν διὰ τὸν ἄνθρωπον· κεκλεισμένον γὰρ κατὰ τοὺς ἤδη παρῳχηκότας καιροὺς ἤνοιξεν ἡμῖν τὸν οὐρανόν, ἵνα δι' ἡμᾶς ἄνω τε καὶ κάτω θέοντες ὑπουργοί τινες εἶεν τῆς εἰς ἡμᾶς τελουμένης οἰκονομίας διὰ Χριστοῦ. τοῦτο οὖν καὶ ὁ Παῦλός φησιν· «οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα» καὶ ἑξῆς. ταύτην ἔχει τὴν δήλωσιν καὶ τῶν ἐνυπνίων <τοῦ> προπάτορος ἡμῶν Ἰακὼβ ἡ δύναμις· τεθέαται, ὡς ἔφη, «τὴν κλίμακα» διήκουσαν ἀπὸ γῆς «εἰς τὸν οὐρανόν», οὐδὲν οἶμαι κατασημαίνοντος <τοῦ ὀνείρου> ἕτερον ἢ ὅτι κατὰ καιροὺς ἄνοδος τε καὶ κάθοδος ἔσται τοῖς ἁγίοις ἀγγέλοις διὰ τὸν ἄνθρωπον ἐπιλάμποντα ἐν κόσμῳ μετὰ σαρκὸς τοῦ μονογενοῦς. πάνδεινον οὖν ἄρα τοὺς τοσαύτης φροντίδος ἠξιωμένους παρὰ θεοῦ ὡς ἐπιστάτας καὶ παιδαγωγοὺς ἀγγέλους καταλαχεῖν ἐν τῷ μηδενὶ τετάχθαι λόγῳ καὶ τοῦτο παρ' ἡμῖν τοῖς ὁμοδούλοις καὶ ἀδελφοῖς.