Ancient Greek · ~2 min
Fragment 215
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 215
Not analysed yet
Mt 18, 20 Ἐπειδὴ δίδωσι τοῖς τὸ διδάσκειν λαχοῦσιν ἐξουσίαν τοῦ λύειν καὶ δεσμεῖν ὁ Χριστὸς μὴ μεταφοιτώντων τῶν ἅπαξ ἐκκλινάντων πρὸς ἔφεσιν ἀρετῆς, χρὴ δεδιέναι τὰς τῶν ἁγίων φωνάς, κἂν μὴ πολλοί τινες εἶεν οἱ διορίζοντες· πεπληροφόρηκε γὰρ καὶ τοῦτο ἡμᾶς ὁ Χριστός, οὐχὶ δήπου πάντως ὅ τι ἐκ πολλῶν ἔσται βέβαιον εἰπών, ἀλλ' εἰ καὶ δύο τὸν ἀριθμὸν συμφώνως καὶ περιεσκεμμένως ὁρίσειαν, εἰς πέρας ἥξειν ἐπαγγειλάμενος· συνέσομαι γάρ φησι καὶ συνοριῶ, εἰ μόνοι δύο συναχθεῖεν δι' ἐμέ· οὐ γὰρ <τὸν> τῶν συνόντων ἀριθμόν, ἀλλὰ τὴν τῆς εὐσεβείας καὶ φιλοθεΐας δύναμιν ἐνεργὸν γενήσεσθαί φησιν.