Ancient Greek · ~4 min
Fragment 216
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 216
Not analysed yet
Mt 18, 24—35 Ἀφιέντος ἡμῖν τοῦ πάντων θεοῦ τὰ χαλεπὰ τῶν πλημμελημάτων, διὰ τῶν πολλῶν δηλοῦται ταλάντων, εἰ μὴ τοῖς συνδούλοις ἀνίεμεν αὐτοὶ τὰ ρʹ δηνάρια, τοῦτ' ἔστιν τὰ ὀλίγα κοσμικὰ πταίσματα ἐκ τῆς ἐνούσης αὐτοῖς μισοπονηρίας, οἱ τῆς καθ' ἡμᾶς ἐφεστῶτες ἄγγελοι καὶ ὑπὸ τὸν αὐτὸν ἡμῖν ὄντες τῆς δεσποτείας ζυγὸν τὴν παρὰ θεῷ ποιοῦνται κατάρρησιν οὐχ ὡς ἀγνοοῦντι σημαίνοντες—πάντα γὰρ οἶδεν ὡς θεός— ἐξαιτοῦντες δὲ μᾶλλον κατά γε τὸ εἰκὸς χρησίμως παιδεύεσθαι τοὺς ἑλομένους καταφρονεῖν καὶ τοὺς τῆς φιλαλληλίας ἀτιμάζειν νόμους. εἰ δὲ δὴ πάθοιμεν τὴν ἐπὶ τούτοις καταβολήν, ἢ παιδευόμεθα κατὰ τὸν παρόντα βίον οἱονεί τισι βασανισταῖς πειρασμοῖς τε καὶ ἀρρωστίαις παραπεμπόμενοι ἢ γοῦν εἰς αἰῶνα τὸν μέλλοντα κολαζόμενοι. ὅτι δὲ παιδεύει θεὸς ἐπιστρεπτικῶς τὸν ἀπειθῆ καὶ δυσάγωγον μετασκευάζων ἐπὶ τὸ ἄμεινον, ἀταλαίπωρον ἰδεῖν· μεστὴ γὰρ τῶν τοιούτων ἡ θεία γραφή, ὁποῖόν ἐστι τὸ σοφῶς εἰρημένον «ὃν ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται» καὶ πάλιν «εἰς παιδείαν ὑπομένετε» καὶ ἑξῆς.