Ancient Greek · ~1 min
Fragment 217
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 217
Not analysed yet
Mt 18, 25 Διὰ τῆς πράσεως τῆς γυναικὸς καὶ τῶν λοιπῶν σημαίνεται τῶν παρὰ θεοῦ τερπνῶν ἡ εἰς ἅπαν ἀφαίρεσις καὶ ἀπόπτωσις παντελής. ἡ δὲ πρᾶσις δηλοῖ τὴν ἀλλοτρίωσιν δηλονότι τὴν ἀπὸ θεοῦ· ἀλλότριοι γὰρ θεοῦ πρὸς οὓς ἂν γένοιτο λόγος ὁ πικρὸς ἐκεῖνος καὶ ἀμειδής· «ἀπόστητε ἀπ' ἐμοῦ ἐργάται» τῆς ἀνομίας· «οὐδέπω» γὰρ «ἔγνων ὑμᾶς».