Ancient Greek
Fragment 218
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 218
Not analysed yet
Mt 19, 17—18 Εἰπόντος τοῦ Χριστοῦ εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολὰς οὐδὲν ἕτερον ἐκεῖνος προσδοκήσας ἐρεῖν αὐτὸν ἢ «εὐθὺς τὰς ἐμάς» φησιν· ποίας; πολὺ δὲ τῆς ἐλπίδος ἐσφάλλετο· οὐ γάρ, ὅπερ ᾠήθη, πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστός, ἀλλ' ἐπὶ τὸν νόμον ἀνάγει αὐτόν, οὐχ ὅτι τελειότης ὁ νόμος («δικαιοῦται» γὰρ «οὐδεὶς ἐν νόμῳ» κατὰ τὸ γεγραμμένον), ἀλλ' ὅτι προεισβολή τις ὥσπερ τῆς εἰς αἰῶνα ζωῆς ἡ κατὰ νόμον μελέτη κατὰ βραχὺ προσεθίζουσα τοῖς ἀνωτέρω τῶν παιδαγωγουμένων τὸν νοῦν. «γέγονεν» γὰρ ἡμῖν «ὁ νόμος παιδαγωγὸς εἰς Χριστόν»· ἀρχὴ τοιγαροῦν σωματικῆς πολιτείας ὁ νόμος, τελειότης δὲ ὁ Χριστός· ἀρχὴ γάρ, φησίν, τῶν ἀγαθῶν τὸ ποιεῖν δίκαια. παραδείκνυσι μὲν οὖν τὸ δίκαιον ὁ νόμος, τὸ δὲ ἀγαθὸν ὁ Χριστός. ὁ μὲν οὖν ἐδίδασκεν τοῖς ἴσοις ἀμύνεσθαι τοὺς ἀδικεῖν βουλομένους («ὀδόντα» γὰρ «ἀντὶ ὀδόντος» καὶ «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ»), ὁ δὲ τὸ ἰσορροποῦν ἀνέντας ἡμᾶς ἐπὶ τὸ μεῖζον . . . τῷ γὰρ παίοντί σε «εἰς τὴν δεξιάν, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι», φησίν, «καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον».