Ancient Greek
Fragment 219
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 219
Not analysed yet
Mt 19, 24 Κάμηλον δὲ ἐνταῦθά φησιν οὐ τὸ ζῷον τὸ ἀχθοφόρον, ἀλλὰ τὸ παχὺ σχοινίον, ἐν ᾧ δεσμεύουσι τὰς ἀγκύρας οἱ ναῦται. οὐκ ἀνήνυτον παντελῶς τοῦτο δείκνυσιν ὄν, τῷ δὲ ἄγαν δυσχερεῖ λοιπὸν ἤδη πως ἐγγὺς καὶ ἀγχίθυρον τοῦ ἀδυνάτου τὸ χρῆμα τιθείς. ὅθεν δείκνυται οὐχ ὁ τυχών—δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν.