Ancient Greek · ~1 min
Fragment 282
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 282
Not analysed yet
Mt 25, 11—12 Διὰ οὖν τὴν παρρησίαν τῆς παρθενίας αἰτοῦσιν ἀνοιγῆναι αὐταῖς. καὶ οὐκ ἀνοίγει, ὅτι κατὰ καιρὸν οὐκ ἐπεμελήσαντο αὑτῶν. καὶ τοῦτ' ἔστιν τὸ οὐκ οἶδα ὑμᾶς· τούτους γὰρ οἶδεν, οἵτινες οὐ μόνον πίστιν ἐνδείκνυνται, ἀλλὰ καὶ ἔργα ἔχουσιν· οἱ δὲ τῷ θατέρῳ πολιτευσάμενοι οὐδὲ ἐν γνώσει ποτὲ γεγόνασι τοῦ νυμφίου.