Ancient Greek · ~1 min
Fragment 288
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 288
Not analysed yet
Mt 26, 24 Οὐχ ὡς ὄντος τινὸς ἢ ἀγαθοῦ ἢ φαύλου τυχὸν τοῖς οὔπω γενομένοις ἔξω αἰσθήσεως οὖσιν (ἔτι κομιδῇ εὔηθες τὸ οὕτω νοεῖν), ἀλλ' ὅτι τοῖς μέλλουσιν ἀθλιότητος ἁπάσης εἴσω πεσεῖν, εἰ πρὸς τὸ εἶναι ἐμπαρενεχθεῖεν ὑπὸ θεοῦ, πολὺ δήπου καὶ ἀσυγκρίτως ἀμείνων ἡ ἀνυπαρξία.