Ancient Greek · ~2 min
Fragment 297
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 297
Not analysed yet
Mt 26, 47—50 Τάχα που ᾠήθη ὁ Ἰούδας δύνασθαι λαθεῖν φίλημα μὲν προτείνων εἰς τύπον ἀγάπης, ἀνοσίων δὲ σκεμμάτων μεστὴν ἔχων τὴν καρδίαν. οὐκοῦν ὡς ἐκ μέθης προσέρχεται τῷ Χριστῷ δόλου καὶ ἀγάπης ὄργανον τὴν ἐξαίρετον ἀρετὴν ἀποφαίνειν προσδοκῶν, προσετίθει δὲ καὶ τὸ χαῖρε ῥαββί. χαῖρε λέγεις τῷ παγιδευθέντι πρὸς θάνατον διὰ σοῦ; οὐδὲ τὸ σχῆμα τῆς προδοσίας αἰσχύνῃ; ἀλλ' ἦν ἐντεῦθεν ἰδεῖν, ὅτι τὸν ψεύστην ἔχων ἐν ἑαυτῷ, τοῦτ' ἔστιν τὸν σατανᾶν καὶ χαῖρε λέγων ἐψεύδετο. καὶ τὸ φιληθῆναι κατεδέξατο ὁ Χριστός—καὶ τῆς ἡμερότητος θηρίου παντὸς χαλεπώτερος γέγονεν.