Ancient Greek · ~1 min
Fragment 298
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 298
Not analysed yet
Mt 26, 53 Δώδεκα εἶπε λεγεῶνας· ἀντὶ ὑμῶν λέγων τῶν δώδεκα μαθητῶν, ὥστε οὐ τῆς ὑμῶν ἐπικουρίας δέομαι· οὐ γὰρ κέχρημαι τῇ ἐξουσίᾳ, ἀλλ' ἐκδίδωμι ἐμαυτὸν τοῖς Ἰουδαίοις, ἐπείπερ τοῦτο ἐσόμενον προανήγγειλαν αἱ γραφαί, ὅτι ταῦτα μέλλουσιν οἱ Ἰουδαῖοι ποιεῖν.