Ancient Greek
Fragment 85
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 85
Not analysed yet
Mt 7, 7 Ἀρχὴ τῆς ἀρετῆς τὸ εὔχεσθαι γνωρισθῆναί τινι τὴν ὁδὸν τῆς ἀληθείας· δεύτερος βαθμὸς τὸ ζητεῖν πῶς δεῖ ὁδεῦσαι τὴν ὁδόν· τρίτος τὸ ἁψάμενον τῆς ἀρετῆς κρούειν τῷ Χριστῷ, ἵνα ἀνοίξῃ αὐτῷ τῆν θύραν καὶ ἀπαλλαγῇ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης καὶ εἰσαγάγῃ αὐτὸν εἰς τὴν εὐρύχωρον γνωστικὴν ἐργασίαν, ἅπερ πάντα διὰ τῆς ἐκ θεοῦ καὶ πρὸς θεὸν δεήσεως λαμβάνει τις. ἴσως δὲ καὶ τὸ μετὰ πράξεως αἰτεῖν ᾐνίξατο διὰ τοῦ εἰπεῖν· κρούετε. κρούει γάρ τις τῇ δεξιᾷ χειρί. ἀγαθῆς δὲ πράξεως σύμβολον ἡ δεξιὰ χείρ. εἰ δὲ μὴ εὐθέως λαμβάνεις, μηδὲ οὕτως ἀπογνῷς· διὰ γὰρ τοῦτο εἶπεν κρούετε.