Ancient Greek
Fragment 86
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 86
Not analysed yet
Mt 7, 11 Δόματα δὲ ἀγαθὰ καλεῖ τὰς πνευματικὰς δωρεάς, ὁ δὲ Λουκᾶς «πνεῦμα ἅγιον» εἶπεν ἀντὶ τοῦ εἰπεῖν ἀγαθά. καὶ οὐδὲν τὸ διάφορον· τὸ γὰρ «ἅγιον πνεῦμα» αὐτό ἐστι τὸ φύσει ἀγαθόν. διὸ καὶ τοῖς μετόχοις δίδωσιν ἀγαθά. τοῖς δὲ ἄγαν πονηροῖς διὰ τὸ ἀνενδότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται, οἷός ἐστιν ὁ σατανᾶς καὶ οἱ δαίμονες· δύναται γάρ τις καὶ τούτους φύσει κακοὺς εἰπεῖν, καίπερ μὴ φύσει κακοὺς δημιουργηθέντας, ἀλλ' ἐξ αὐτοπροαιρέτου κακίας ἀπεσκληκότας.