Ancient Greek
Page 409
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 409
Not analysed yet
ἤτοι τοῦ ἀνθρώπου τὸν ὅρον, πίπτει μέν, οἶμαι, Θωμᾶς τε καὶ Μάρκος, ἢ φέρε εἰπεῖν, Πέτρος τε καὶ Παῦλος. Καὶ τὴν μὲν οὐσίαν ὡδὶ κατασημήναι τις ἂν τῶν δὲ καθέκαστον νοουμένων, οὔπω σαφῆ τε καὶ ἐναργῆ τὴν δήλωσιν ἐποιήσατο. Οὐ γὰρ ἔτι ἄνθρωπος ἁπλῶς, τοῦτό ἐστι Πέτρος καὶ Παῦλος· Θωμᾶν δὲ ἢ Πέτρον εἰπών, τῶν μὲν τῆς οὐσίας ὅρων οὐκ ἐξοίσει τὸ δηλούμενον· ἄνθρωπος γὰρ οὐδὲν ἧττόν ἐστιν· ἐν εἴδει δὲ ὄντα τῷ τοιῷδε τυχὸν καὶ ἐν ὑποστάσει τῇ ἰδικῇ καὶ μεμερισμένως ὑπέδειξεν. Ἡ οὐσία τοιγαροῦν καὶ κατὰ ἀνθρώπου παντός, ἅτε δὴ τὸν κοινὸν τοῦ γένους ὠδίνουσα λόγον· ἡ δὲ ὑπόστασις καθ' ἑνὸς ἂν νοοῖτο πρεπωδέστερον, οὔτε τῆς κοινότητος ἐξιστᾶσα τὸ δηλούμενον, οὔτε μὴν ἀναχέουσά τε καὶ ἀνακιρνῶσα πρὸς τὸ ἀσυμφανὲς ἔτι τὸ καθέκαστόν τε καὶ ἰδικῶς. Β. Συνίημι νῦν· εἰρῆσθαι γὰρ οὔ μοι ἀκόμψως δοκεῖ. Α. Ὁμοούσιον τοίνυν τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν ὁμολογοῦντες ὑπάρχειν, ἐν ἰδίᾳ τε ὑποστάσει, συναφῶς τε ἅμα καὶ διωρισμένως ἡνῶσθαί φαμεν, τοῖς τῆς ταὐτότητος λόγοις ἀναγκαιοτάτως εὖ μάλα συνάπτοντες τῶν προσώπων ἤτοι τῶν ὀνομάτων τὴν διαστολὴν καὶ τὴν τῶν ὑποστάσεων ἑτερότητα, τὴν ὡς ἐν Πατρὶ καὶ Υἱῷ κατ' αὐτὸ δὴ τουτὶ καὶ μόνον· ἵνα μὴ τὸ τῆς οὐσίας εἰς πᾶν ὁτιοῦν ἐμφερὲς καὶ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἀπαραλλάκτως ἔν τε τῷ Πατρὶ καὶ τῷ Υἱῷ καταλεαίνῃ τρόπον τινὰ τὴν διαφορὰν καὶ δυσδιάκριτον κομιδῇ τὸ ἀναμέρος ἴδιον ἑκατέρου κατεργάσαιτό πως. Ὁ μὲν γάρ ἐστι Πατήρ, καὶ οὐχ Υἱός· ὁ δὲ αὖ Υἱὸς καὶ οὔ τί που Πατήρ. Β. Οὐκοῦν, εἰ δοκεῖ, λέγωμεν οὐσίας εἶναι δύο· μίαν μὲν τοῦ Πατρός, μίαν δὲ τοῦ Υἱοῦ. Εὐκρινεστέρα γὰρ οὕτως καὶ οἱονείπως εὐσαφεστέρα παντί τῳ γένοιτ' ἂν μᾶλλον ἡ διαφορά. Α. Οὐκ εὐκρινεστέρα ποθέν· μὴ γὰρ τοῖς ἐκείνων ἀποκομίζου λόγοις εἰς κίβδηλον νοῦν καί, τρίβον ὥσπερ ἀφεὶς τὴν ἁμαξιτόν, τὰ ἀστιβῆ καὶ δυσπόρευτα διαστείχειν ἀνέχου. Β. Πῶς ἢ τίνα τρόπον; Α. Εἰ γὰρ μία μὲν ἡ τοῦ Πατρὸς ἔσται φύσις, μία δὲ αὖ καὶ ἑτέρα παρ' αὐτὴν ἡ τοῦ Υἱοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ τὸν εἰς δύο τὰ ἀλλήλοις ἀνισοφυῆ διιστάντα τε καὶ διατειχίζοντα συνεπινοεῖσθαι λόγον; Πῶς γὰρ ἂν ἡ αὐτὴ μία τοι καὶ μία νοηθείη ἄν; Οὐ γὰρ θέμις ἐπ' ἀνθρώπων, ἕνα καὶ τὸν αὐτὸν τὸν τῆς ὁμοουσιότητος λαχόντων λόγον,