Ancient Greek
Page 446
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 446
Not analysed yet
μέσων ἴεται τῶν κυμάτων, ἃ καὶ ταῖς εἰς ἄλληλα συνδρομαῖς ἀνακιρνᾶσιν εὐθὺς τὸ διατετμῆσθαι δοκοῦν. Ἢ οὐχ ὧδε ἔχει; Β. Κομιδῇ μὲν οὖν. Σκόπει δὲ ὅπως ἂν ἡμῖν ἡ γέννησις δίχα πάθους ἔσται καὶ ἀπορροῆς, καὶ εἴπερ ἐνδέχεται μὴ προϋφεστάναι λέγειν τοῦ αἰτιατοῦ τὸ αἴτιον αὐτοῦ. Α. Οὐ προϋφεστήξει ποθέν, πολλοῦ γε καὶ δεῖ· ἀλλ' οὐδ' ἂν τῷ τόκῳ συμπαρομαρτήσαι ποτὲ τομή τε καὶ πάθος, εἰ ἐπὶ Θεοῦ τὸ χρῆμα νοοῖτο, ἐφ' οὗ καὶ τὸ δύνασθαι παθεῖν καὶ τὸ δεῖν ἐν χρόνῳ τίκτεσθαι τὸ γεννώμενον ἀσθενεῖ. Σωμάτων μὲν γὰρ πέρι λόγος ἦν εἴπερ τις εἰς τὸ παρόν, οἷς ἂν ἁρμόσαι καὶ τὸ παθεῖν, οὐκ ἀμελετήτως ἐχούσης τῆς φύσεως εἰς ἀπορροήν, καὶ μὴν καὶ ἀραρότως ἀκολουθοῦν τῷ χρόνῳ τὸ χρόνῳ περιορίζεσθαι, καὶ τὴν τῆς γεννήσεως ἀρχὴν οὐκ ἄναρχον ἔχειν, φαίην ἂν εἰκότως ὡς οὐκ ἂν ἐξοίχοιτο τυχὸν τοῦ πιθανῶς ἔχειν τὰ τῆς ὑποψίας αὐτοῖς. Ἐπειδὴ δὲ περὶ φύσεως ἡμῖν ὁ λόγος τῆς ἀνωτάτω παντὸς ἁπτοῦ τε ἅμα καὶ ὁρατοῦ σώματος, ἣ καὶ αὐτῶν αἰώνων ἐστὶ τεχνῖτις καὶ χρόνου παντὸς τὸ πρεσβύτατον, πῶς οὐκ ἀπόπληκτον παντελῶς τὸ γοῦν οἴεσθαί τι παθεῖν γεννῶσαν αὐτὴν καὶ τὴν ἐν χρόνῳ γένεσιν ἔχειν τὸ ἐξ αὐτῆς ὡς ἴδιόν τε καὶ ἐνυπάρχον αὐτῇ; Αἴτιον δὲ καὶ αἰτιατόν, οὐδὲ ὀνομάσαι θέμις, πρέποι δ' ἂν μᾶλλον ἐπὶ Θεοῦ Πατέρα τε εἰπεῖν καὶ γεννηθέντα Υἱόν. Β. Ἀλλ' ἴσθι τοι καὶ ἐφιέντας τυχὸν ὧδε μὲν τοῦτο ἔχειν, εἰ δοκεῖ· ἐρεῖν δ' οὖν ὅμως πῶς ἂν γεννήσειεν ὁ Πατὴρ ἐξ ἑαυτοῦ καθ' ὑμᾶς, καὶ οὐκ ἄν τι πρόοιτο διακοπὴν ὑπομείνας καὶ ἀπορροήν, τὴν εἰς ἕτερόν τι παρ' αὐτόν, εἴπερ ἐστὶν ἀληθῶς ἐξ αὐτοῦ κατ' οὐσίαν ἰδιοσυστάτως ὁ Υἱός· πῶς δὲ οὐχὶ τὸ γεννῶν πάντη τε καὶ πάντως τοῦ γεγεννημένου προϋφεστήξει καὶ προεπινοηθήσεται. Α. «Ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Οἷς γὰρ ἦν εἰκὸς οὐ μετρίως ἐπερυθριᾶν, εἴπερ τι μετῆν εὐβουλίας αὐτοῖς, τούτοις οὐκ οἶδ' ὅπως ἀσυνέτως ἐπισεμνύνονται, τομὰς καὶ ἀπορροὴν καὶ τὸ ἐν χρόνῳ δεῖν ἀποτεκεῖν ἐπ' αὐτῆς ἡμῖν τῆς θείας διοριζόμενοι φύσεως. Εἶτα πῶς οὐκ ἄμεινον ἐννοεῖν ὅτι μήτε ἐν χρόνῳ μήτε κατὰ σῶμα τὴν γέννησιν ἢ νοεῖν ἢ φράζειν ἄξιον; Οὐδὲ γὰρ ἂν ἔχοιεν εἰπεῖν ὡς ἐν χρόνῳ γέγονε Πατὴρ ὁ Θεός, ἀλλ' ἦν ἀχρόνως τε καὶ ἀνάρχως τοῦθ' ὅπερ ἐστί, συνυφεστηκότος αὐτῷ δηλονότι τοῦ δι' ὅν ἐστι Πατήρ. Ἐξέλαμψε γὰρ τρόπῳ τε τῷ ὑπὲρ