Ancient Greek
Page 447
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 447
Not analysed yet
νοῦν καὶ ὡς οὐκ ἄν τις φράσαι τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός, οὐ κατὰ μερισμὸν ἢ διαίρεσιν τοῦ γεγεννηκότος τὴν ἰδίαν ὕπαρξιν ὡς ἑτέραν ἔχων, ἀλλ' ὑπάρχων μὲν ἰδιοσυστάτως, γεννηθεὶς δὲ οὕτως ὡς ἂν ἀποτέκοι τὸ ἀσώματον, ὃ τομῆς τέ ἐστι καὶ μερισμοῦ παντελῶς ἀπείρατον. Εἰ γὰρ ὅλως τομῆς τε καὶ μερισμοῦ καὶ ὧν ἐκεῖνοί φασιν ἡ θεία φύσις ἀνέχεται, νοείσθω καὶ σῶμα· εἰ δὲ τοῦτο, καὶ ἐν τόπῳ πάντως που, καὶ ἐν μεγέθει καὶ ποσῷ. Καὶ ἐπειδὴ πεπόσωται, μὴ φευγέτω περιγραφήν. Ἕψεται δὲ τούτοις καὶ ἑτέρων ἡμῖν ἐννοιῶν ἐσμός, τὰ σωμάτων ἴδια καταχέων αὐτῆς, καὶ λογισμῶν ἀτοπία δεινή. Β. Σύμφημι κἀγώ. Α. Οὐ γάρ, ὦ φιλότης, καὶ τόδε εἰπεῖν καταδείσαιμ' ἂν οὐδαμῶς. Β. Τὸ ποῖον; Α. Εἰ γὰρ τοῖς τῶν σωμάτων ἔθεσί τε καὶ νόμοις καὶ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπενεχθεῖσα φύσις, τέξεται μὲν καὶ οὐ δίχα πάθους, ὑπομενεῖ δὲ τὸν μερισμόν, ἔσται που πάντως καὶ ἐν ἰδίᾳ τινὶ θέσει τε καὶ τόπῳ τὸ γεννώμενον, ἅτε δὴ καὶ εἰσάπαν τῆς τοῦ τεκόντος ποσότητος ἐκπεφοιτηκός· τίκτεται γὰρ ὧδε τὰ ἀπὸ σωμάτων. Εἴπερ οὖν οἴονται τὰ πάντα πληροῦν τὸν Θεὸν καὶ Πατέρα, ποῖ ποτε ἡμῖν τὸ ἐξ αὐτοῦ κείσεται καὶ τίνα τὸν ἴδιον εὑρήσει τόπον; Β. Ἄριστα ἔφης ὡς ἔσται τις ἐντεῦθεν οὐ μετρία πληθὺς ἀνοσίων ἐννοιῶν. Παραιτητέον γὰρ οὖν τὸ τῆς γεννήσεως χρῆμα καὶ μὴ νοείσθω, φασίν, ἀληθὲς ἐπὶ Θεοῦ. Συνοιχήσεται γὰρ οὕτως καὶ ἡ τῶν λογισμῶν ἀτοπία. Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ἕτερον οὐδὲν ἢ τὸν ἀκριβῆ τῆς πίστεως διαλακτίσαι λόγον. Πῶς γὰρ ἂν ἔτι τὸ ἐν Τριάδι ταὐτὸν ἡ θεία τε καὶ ἄφραστος κεκτήσεται φύσις, εἰ τὸν ἀληθῆ τῆς γεννήσεως ἀναιρήσομεν τρόπον; Τερθρεία δὲ οἶμαι ταυτί, καὶ φρενοβλαβείας ἰουδαϊκῆς ἀπαίδευτον θράσος. Ἐν ἴσῳ δὴ οὖν ἐσόμεθα καὶ ἡμεῖς αὐτοὶ τοῖς ἕνα μὲν εἶναι δοξάζουσι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Πατέρα Θεόν, μὴ μὴν ἔτι παραδεδειγμένοις τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Τί δὲ δὴ καὶ τὸ καταλεύειν αὐτὸν διακωλύσειεν ἄν, ἐγκαλοῦντας ἰουδαϊκῶς· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς ἑαυτὸν Θεόν;» Εἰ γὰρ δὴ τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον ἀναιρήσουσι δυσσεβῶς, οὐκ ἄν, οἶμαι, τὶς εἰς τοῦτο λοιπὸν ἐννοιῶν ἐλαφρίας καταφοιτήσειεν ὡς Θεὸν εἶναι κατὰ φύσιν οἴεσθαι τὸν Υἱόν, διακεκλῆσθαι δὲ μόνον, καθὰ καὶ ἡμᾶς αὐτούς, καὶ εἰσποίητον ἀληθῶς τὸ τῆς