Ancient Greek
Page 448
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 448
Not analysed yet
θεότητος ὄνομα λαχεῖν, ὡς οὐκ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Ἐπειδὴ δὲ κατ' ἐκείνους Υἱὸς μὲν οὐκ ἔτι, τελεῖ δέ, ὡς ἔοικεν, σὺν ἡμῖν ἐν κτίσμασι, λελυτρώμεθα μὲν οὔπω τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, προσκυνοῦντες αὐτῷ, δυσσεβείας δὲ τῆς ἐπὶ τούτῳ γράψεται μὲν ἡμᾶς οὐκ ἐν δίκῃ Θεός, ἑαυτῷ δὲ μᾶλλον ἀναθήσει τὰς αἰτίας, ἐπείπερ εἰσάγων τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ὁ δὲ καὶ πρὸς αὐτῶν τῶν ἁγίων ἀγγέλων προσκυνούμενος, καὶ τὴν τῷ Θεῷ καὶ Πατρὶ πρέπουσαν δόξαν ὡς ἴδιαν ἔχων, πῶς οὐκ ἂν εἴη καὶ ἐκ τοῦ Πατρὸς φυσικῶς, διά τε τοῦτο Θεός; Αἰσθάνῃ δὴ οὖν εἰς οἷον αὐτοῖς καταστρέφει τέλος τὸ δεῖν οἴεσθαι μήτε ἀληθῆ τὴν γέννησιν ἐπὶ Θεοῦ, μήτε μὴν ἐθέλειν ἐᾶν τὸ ὅπως ἂν ἔχοι φύσεως ἀποτίκτειν αὐτόν, πολυπραγμονοῦντας οὐδέν, ἐπιρρίπτειν δὲ ὥσπερ ἐξ ἀφύκτου λοιπὸν ἀνάγκης αὐτῷ τομὰς καὶ ἀπορροὴν καὶ τὰ τῶν σωμάτων ἴδια πάθη. Β. Συνίημι μέν· πῶς δ' ἂν τέκοι, φασί, καὶ οὐχὶ πάντη τε καὶ πάντως ἕψεται τὸ παθεῖν; Α. Ὅτι, καθάπερ ἔφθην εἰπών, οὐχὶ τοῖς σωμάτων νόμοις ὑπεζεῦχθαι τὸ ἀσώματον ὑπονοεῖν εὐσεβές, οὐδὲ ἐπεί τοι κατὰ πάθος καὶ μερισμὸν ἀποτίκτει τὸ σῶμα, τέκοι ἂν ἀπαραλλάκτως ὡδὶ τὸ ἀσώματον· ἀλλ' ὥσπερ ἐστὶ κατά γε τὸν τοῦ πῶς εἶναι λόγον ἑτεροίως ἔχον παρὰ τὸ σῶμα, καὶ τὸν τῆς γεννήσεως τρόπον ἕξει που πάντως αὐτῷ πρέποντά τε καὶ ἴδιον. Καὶ ἐπειδήπερ ἐν χρόνῳ τὸ σῶμα γεννᾷ, τέξεταί που πάντως οὐχ ὁμοίως τὸ ἀσώματον. Ἕκαστον γάρ, οἶμαι, τῶν ὄντων οὐχὶ τοῖς ἑτέρου πάντως, ἀλλ' ἰδίοις τισὶν ὑποκείσεται νόμοις· καὶ κοινὸν μὲν τοῖς οὖσι τὸ εἶναι, διανέμει δ' οὖν ὅμως ἡ φύσις ἑκάστῳ τὴν ἑτερότητα, θεσμοῖς ἰδίοις ἐξείργουσα πρὸς τὸ μὴ οὕτως ἔχειν εἰσάπαν ὥσπερ ἂν εἴη τὸ ἕτερον· ὑπεζεύχθω δὴ οὖν ἔθεσι μὲν καὶ νόμοις τοῖς τῶν σωμάτων τὰ σώματα, καὶ γεννάτω καθ' ἑαυτά, καὶ πασχέτω τοὺς μερισμούς, ἀνείσθω δὲ τὸ ἀσώματον εἰς ἰδίους αὖ λόγους, καὶ γεννάτω καθ' ἑαυτό, πάθους καὶ τομῆς ἐλευθέραν ἔχον τὴν φύσιν. Καὶ εἰ ἐφίκοιτο μὲν ὁ νοῦς εἰς τὸ διειδέναι δύνασθαι τίνα μὲν τρόπον τὸ σῶμα γεννᾷ, συνίησι δὲ οὐκέτι τὴν τῆς ἀσωμάτου φύσεως γέννησιν, τί μὴ μᾶλλον ἑαυτὸν ἀμαθίας γράψεται; Τὸ δὲ δὴ μεῖζόν τε καὶ ἄμεινον ἢ κατὰ σῶμα, πολὺ μᾶλλον δὲ ἀσυγκρίτως ὑπερκείμενον, εἰς τὸν τοῦ