Ancient Greek
Page 449
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 449
Not analysed yet
χείρονος καταβιάζεται τόπον, καὶ τὰ μηδαμόθεν αὐτῷ προσήκοντα πάθη προσάπτων οὐκ ἐρυθριᾷ. Καὶ εἰ, ὅπερ ἡμῖν οὐ συνιέναι ῥᾷον ἢ ἀνέφικτον εἰδέναι, τοῦτο δὴ πάντως καὶ ἀναιρήσομεν; Ἐπειδὴ δὲ τί κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ οὐκ ἄν τις ἐκμάθοι, μείων γάρ, οἶμαι, τοῦ τοιοῦδε πᾶς νοῦς, δυσσεβούντων ἀναιδέστερον καὶ μηδὲ αὐτὸν εἶναι λεγόντων, ἢ γοῦν, ἐπεί τοι τῶν ὄντων δημιουργικῶς ἀπαθὲς οὐδέν, διατεινέσθων ὅτι πείσεταί τι καὶ αὐτὸς εἰς ἰδίαν φύσιν καὶ τοῖς τῶν γενητῶν ὑποπεσεῖται θεσμοῖς, ἀγένητος ὤν. Ἀλλ' οἶμαι, λόγος οὐδεὶς καταθήσειεν ἂν εἴς γε δὴ τοῦτο Θεόν· μένει δὲ πάντως ἐρηρεισμένως ἐν οἷς εἶναι πεπίστευται. Β. Μένει γάρ, ἐπεί τοι φύσις ἡ θεία παντελῶς ἀκλόνητος. Ἀλλ' εἰ γεγέννηκε, φησίν, ὁ Θεός, προεπινοηθήσεται πάντως τοῦ Υἱοῦ καὶ προϋφεστήξει τοῦ ἰδίου γεννήματος. Α. Οὐκοῦν ἐρῶ δὴ πάλιν ὡς εἰ μὴ τοῖς τῶν σωμάτων ἕποιτό τε καὶ ὑποπίπτει θεσμοῖς τὸ ἀσώματον, γεννήσει που πάντως καθ' ἑαυτὸ καὶ οὐ κατὰ σώματος φύσιν. Τὰ μὲν γὰρ προεπινοεῖσθαί τε καὶ προϋφεστάναι τῶν γεννωμένων, ἀναγκαῖος, ὡς ἔοικε, καὶ δυσδιεξίτητος κομιδῇ διαδείξει λόγος, καὶ πρεσβυτέραν ἔχειν τοῦ εἶναι τὴν δόξαν, εἴπερ ἐστιν ἓν ἐξ ἑνὸς καὶ ὡς ἐκ πρώτου τὸ δεύτερον πρόεισί τε κατὰ χρόνον, οὐκ ἀνάρχως ἐκφυόμενα τοῖς εἰωθόσι γεννᾶν, ἐπείτοι μηδὲ αὐτὴν τῆς ἑαυτῶν γεννήσεως ἄναρχον ἔχει τὴν ῥίζαν. Τὸ δὲ ἀνάρχως ὑπάρχον καὶ τελευτᾶν οὐκ εἰδός, φημὶ δὴ Θεός, πῶς ἄν, εἰπέ μοι, τοῖς τῆς ἰδίας φύσεως ἀντιφέροιτο νόμοις, ἀρχὴν τῷ ἰδίῳ καὶ κατὰ φύσιν Υἱῷ τὴν ἐν καιρῷ τε καὶ χρόνοις εἰσδεδεγμένον; Εἴη γὰρ ἂν ἑτεροφυὲς ἔκφυλόν τε οὕτω τὸ γεννώμενον, εἰ τὴν τοῦ τεκόντος αὐτὸ διαψεύσαιτο φύσιν· κείσεται δέ, οἶμαι, τὸ χρῆμα λοιπὸν τερατολογίας οὐ μακράν. Τὸ γάρ τοι πρὸς ἑτερότητα φυσικὴν διατετμῆσθαι δοκεῖν τοῦ γεννῶντος τὸ γεννώμενον ἀμοιρήσειεν ἂν οὐ σφόδρα τοῦ τερατολογεῖσθαι πρέπειν. Οὐκοῦν ἀποτέξεται κατ' ἰδίαν φύσιν τὸ ἀσώματον, οὐ τὴν ἐν χρόνῳ γέννησιν ἔχοντος τοῦ γεννήματος, ἀλλὰ τῇ τοῦ γεννῶντος ὑπάρξει συνεπινοουμένου τε καὶ συνυφεστηκότος, καὶ οὔ τί που κατόπιν ἰόντος, εἴπερ ἐξ ἀνάρχου πέφηνεν ἀρχῆς, τῆς καὶ αὐτῶν τῶν αἰώνων ἀνῳκισμένης. Β. Ὀρθῶς ἔφης· πλὴν εἰ γένοιτο σαφὴς ὁ λόγος καὶ καταβιβάζοιτό πως ἐπὶ τὴν τῶν γενητῶν φύσιν, παραδείξειεν ἂν εὖ μάλα τὸ ζητούμενον. Τὰ γάρ τοι τῶν νοημάτων