Ancient Greek
Page 450
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 450
Not analysed yet
διεκθρῴσκοντα πολὺ τῶν ἀκροωμένων τὸν νοῦν καταφανεστέραν ἂν ἔχοι τὴν δήλωσιν εἰ δι' ἐναργῶν ἴοι παραδειγμάτων. Α. Ἀληθὴς μὲν οὖν ὁ λόγος, ὦ 'γαθέ, ἀλλ' εἰ τὴν τῶν ὄντων διασκέψαιο φύσιν, ἆρα ἂν ἔχοις ἀκριβῶς εἰπεῖν ὅτῳ μάλιστα τῶν πάντων εἴκασται Θεός, ὡς τὴν εἰς πᾶν ὁτιοῦν ἐμφέρειαν δύνασθαι λαχεῖν καὶ ἀπαραλλάκτως ἔχειν; Β. Οὐδαμῶς, ἐπεί τοι Θεὸς κατὰ φύσιν οὐδὲν ἔν γε τοῖς τελοῦσιν ἐν γενητοῖς. Α. Ἄγασθαι δὴ οὖν εὖ μάλα δεήσει τὸν ἱερὸν ἡμῖν ὑποφωνοῦντα Παῦλον· «Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι·» καὶ μὴν καὶ τὸ «Ἄρτι γινώσκω ἐκ μέρους,» οὐκ ἀθαύμαστον ἐᾶν ὅσιον ἂν εἴη καὶ σοφόν. Β. Εὖ γε δή. Α. Ἰτέον δὴ οὖν ἐπ' αὐτὴν ᾗ τάχος τὴν ἁγίαν Γραφήν. Λειμῶνα δὲ ὅπως εὐφυᾶ τε καὶ εὐανθῆ, τοῖς ἐξ ὡρῶν βλαστήμασιν ἐκπεποικιλμένον, μελιττῶν ἐν τάξει διαποτώμενοι, καὶ τοῖς ὅτι μάλιστα τῷ λόγῳ πρεπωδεστάτοις ἐνιζήσαντες παραδείγμασι, τὸν τῆς ἀρρήτου καὶ ὑπὲρ νοῦν γεννήσεως ἐξεικονίζωμεν τρόπον· καὶ καθάπερ οἱ λεπτοῖς ἐνιέντες γράμμασι τὸν τοῦ σώματος ὀφθαλμόν, φέρε καὶ αὐτοὶ τὸν νοῦν ἀπερείδοντες, κἂν γοῦν ἐκ μέρους καὶ ὡς ἐν αἰνίγμασι τὴν θείαν ἡμῖν ὅπως ἔχει καταθρήσωμεν φύσιν. Λόγῳ τοίνυν παρεικάζων τὸν Υἱὸν ὁ Πατήρ· «Ἐξηρεύξατο, φησίν, ἡ καρδία μου λόγον ἀγαθόν.» Ἴθι δὴ οὖν, ὦ ἑταῖρε, καί μοι σπουδαίως ἐρομένῳ φράσον, ποῖος ἔν γε τουτοισὶ διακοπῆς καὶ ἀπορροῆς ἐπινοηθείη ἂν ἢ τρόπος ἢ τόπος; Τέξεται μὲν γὰρ καὶ προήσει λόγον τὸν ἐξ ἑαυτοῦ νοῦς ὁ ἀνθρώπινος, καὶ τὴν ἰσχνὴν ὠδῖνα κινήσας ἀπερεύξεται τὸ δοκοῦν, καὶ ταῖς μὲν ἐκ βάθους εἰς τὸ ἄνω τε καὶ ἔξω διαδρομαῖς οὐσιώδη πως τὴν γέννησιν ὁ λόγος ἡμῖν ὑποπλάττεται. Καὶ εἶναι μέν τις ἕτερος παρὰ τὸν προέντα δοκεῖ, διατετμήσεται δὲ οὐδαμῶς· οὔτε μὴν τοῦ πρὸς τὸ ἄνω διαπηδήσαντος λόγου τὴν πρεσβυτέραν ὁ νοῦς ἀποίσεται δόξαν. Ἔστι γὰρ ἐκ νοῦ καὶ εἰς νοῦν ὁ λόγος ἀεί, καὶ μὴν καὶ ὁ νοῦς ἐν λόγῳ. Ἢ εἰ τοῦτο φαῖεν ἂν ὡς οὐκ ἄριστα ἔχοι, νοῦς μὲν ἄλογος ἔσται, λόγος δὲ ἄνους, καὶ ὅπερ ἄμφω τοῦθ' ὅπερ εἰσὶ νοεῖσθαι ποιεῖ φροῦδόν πως ἤδη διοιχήσεται καὶ ἐλάσει πρὸς τὸ μηδέν. Νοῦς μὲν γὰρ ἀεὶ λόγου ῥίζα τε καὶ γένεσις, νοῦ δὲ αὖ λόγος καρπός τε καὶ κύημα. Ὁ μὲν γὰρ ἄλογος οὐδαμῶς, καὶ εἰ λόγον ἐκτέκοι, ὁ δὲ τὴν τοῦ τεκόντος ποιότητα καὶ ἰδέαν φύσιν ὥσπερ