Ancient Greek
Page 465
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 465
Not analysed yet
φωνῆς εἷς τε καὶ μόνος καὶ ἀληθινὸς ἀνεκηρύχθη Θεὸς ὁ Μονογενής; Β. Ἀληθές. Α. Ὅτε τοίνυν μόνος ἡμῖν καὶ ἀληθινὸς εἰσκεκόμισται Θεὸς ὁ Πατήρ, ἰσοτρόπως δὲ αὖ καὶ ἀπαραλλάκτως ἔχων ὁ Υἱός· καταλογισθείη γὰρ ἂν ἕτερος ἐπ' αὐτῷ τὸ σύμπαν οὐδείς· ποῖ ποτε ἄρα δραμεῖται τῶν πιστευόντων ὁ νοῦς, εἴπερ ἄμφω διὰ σφῶν αὐτῶν ἐξωθεῖεν ἄν, καὶ οὐκ ἐν βεβαίῳ τῆς θεοπρεποῦς ἔσονται δόξης, εὐκατάσειστόν τε καὶ εὐανάτρεπτον κομιδῇ λαχόντε τὴν φύσιν; Ἦ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ εἶναι παραδεξαίμεθα μόνον καὶ ἀληθινὸν Θεὸν τὸν Πατέρα, κατασφραγιοῦμεν εὐθὺς τὸ ἑτεροφυὲς τῷ Υἱῷ, καὶ τῶν τῆς ἀληθοῦς θεότητος ὅρων ἀποσοβοῦντες αὐτόν, ἐν ἑτέρᾳ που φύσει γεγονότα διοψόμεθα; Εἰ δὲ δὴ μόνῳ τῷ Υἱῷ τὸ τῆς ἀληθοῦς θεότητος ὄνομά τε καὶ χρῆμα προσνέμοντες, οὐδένα τὸ σύμπαν ἐπ' αὐτῷ καταλογισαίμεθα, ἆρ' οὐχὶ καθοριοῦμεν τῆς τοῦ Πατρὸς δόξης ἃ μὴ θέμις εἰπεῖν; Β. Ἕρπει μὲν εἰς τοῦτο τῶν ἐννοιῶν ἡ δύναμις· πλὴν τάχα που κἀκεῖνο εἰκὸς τοὺς δι' ἐναντίας εἰπεῖν, ὡς περιεστήξει πάντως ἡμῖν εἴπερ ἐστὶ Θεὸς ἀληθινὸς ὁ Υἱός, οὐχ ἕνα δὴ λέγειν, ἀλλὰ δύο τοὺς θεούς. Α. Ἀνεπιτήδευτον μὲν τῶν ἄγαν ἐκτόπων ἐκείνοις οὐδέν, δυσφημίας δὲ τρόπος ἁπαστισοῦν βάσιμός τε καὶ ἱππήλατος. Σκοπὸς δὲ ἡμῖν οὐχὶ τοῦτο φάναι ποθέν, συνωθεῖ δὲ μᾶλλον εἰς ὁμολογίαν ὁ λόγος τοῦ χρῆναι νοεῖν ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας διὰ τῆς ἀληθοῦς γεννήσεως ἀναφύναι τὸν Υἱόν, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, οὐκ εἰς ὀθνείαν τινὰ καὶ ἔκφυλον ἐκπεφυκότα φύσιν, ἀλλ' ὄντα τοῦτο οὐσιωδῶς ὅπερ ἂν εἶναι νοοῖτο καὶ ὁ Πατήρ, δίχα μόνου τοῦ εἶναι Πατήρ. Συναριθμουμένου γὰρ ὧδε καὶ συναναθρώσκοντος εἰς θεολογίαν τοῦ ἁγίου Πνεύματος, μία λοιπὸν ἡ ἀληθινὴ καὶ φύσει θεότης ἐν ὁμοουσίῳ προσκυνεῖται Τριάδι. Β. Ἀλλ' εἰ τρεῖς εἶναι, φασί, τὰς ὑποστάσεις δώσομεν, καὶ ἡ θεότης ἐν τριπλῷ νοηθείη ἄν, κατά γε τὸν εἰκότα λογισμόν. Α. Ἀλλ' ὅ γε τῆς ἀληθοῦς μυσταγωγίας ἡμᾶς οὐχ ὧδε ταῦτ' ἔχειν ἐκπεπαίδευκε λόγος. Βεβαπτίσμεθα γὰρ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ οὔ τί πού φαμεν εἰς τρεῖς ὅτι θεοὺς ἡ πίστις, ἀλλ' εἰς μίαν θεότητα, τὴν ἐν Τριάδι προσκυνητήν. Τί τοίνυν ἀποβιβάζῃ, καὶ λογισμοῖς ἀνθρωπίνοις ὑποφέρειν πειρᾷ τὰ ὑπὲρ νοῦν καὶ λόγον, ἃ καὶ οἶμαι δεῖν ἀπεριεργάστῳ καὶ μόνῃ τιμᾶσθαι τῇ πίστει;