Ancient Greek
Page 466
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 466
Not analysed yet
Ἀνόσιον γὰρ κομιδῇ καὶ δυσσεβείας εἰς λῆξιν ἧκον τὴν ἀνωτάτω τὸ φάναι περιεργότατα, πῶς ἄρα καὶ τίς ἡ Τριάς, ἔχει δὲ ὅπως καθ' ἑαυτὴν ἡ τῆς θεότητος φύσις; Εὐσεβὲς δὲ μᾶλλον τὸ περινοεῖν ἐθέλειν ὀρθῶς, κατὰ τίνα δὴ τρόπον ἐν ἁγίᾳ Τριάδι μία προσκυνεῖται θεότητος φύσις. Φάθι δὴ οὖν, ὦ Ἑρμεία, τουτὶ μὲν ἡμᾶς οἴεσθαί τε καὶ δοξάζειν ὀρθῶς, ἀνοσιουργεῖν δὲ τοὺς δι' ἐναντίας, τὰ καὶ νοῦ παντὸς ὑπερφέροντα λογισμῶν ἀθλίων εὑρήμασιν ἀσυνέτως ἐκβασανίζοντας. Β. Εὖ λέγεις. Φημὶ γὰρ οὖν ἔγωγε, τοῦτο δρᾶν αὐτούς. Πῶς οὖν ἄρα Θεὸς εἷς ἐν ἡμῖν, εἴπερ ἐν ἰδίαις ὑποστάσεσι καὶ ὁ Πατὴρ νοοῖτο καὶ ὁ Υἱός; Α. Συλλήπτορά τε καὶ ἀρωγὸν ἀναγκαίως εἰς τοῦτο παραληψόμεθα τὸν τῆς ὁμοουσιότητος τρόπον, τὸ διττὸν ἐν ὑποστάσεσιν εἰς ἕν τι τὸ δι' ἀμφοῖν κατασφίγγοντα καὶ τὸ διαχεῖσθαι δοκοῦν εἰς ἰδιότητα τὴν ἐφ' ἑκατέρῳ καὶ ἀναμέρος εἰς ταὐτότητα συλλέγειν εὖ μάλα δυνάμενον, ὡς ἂν μήτε τὸ διπλοῦν τῇ ἁπλῇ τε καὶ ἀσυνθέτῳ πρὸς τινοσοῦν ὅλως ἐπιφημίζοιτο φύσει, μήτε μὴν αἰδοῖ τοῦ μὴ δοκεῖν τὸν τῆς ἁπλότητος κατασίνεσθαι λόγον, τὸ διττὸν ἐν ὑποστάσεσιν ἀναιροῦντες ἁλισκοίμεθα. Ἀληθῆ δὲ ὄντα τὸν τῆς ὁμοουσιότητος λόγον, καὶ αὐτά που μάλα διεκφήνειεν ἂν τὰ ἐφ' Υἱῷ μαρτύρια, τῶν ἱερῶν ἡμῖν παρακεκομισμένα Γραμμάτων. Μόνος γὰρ ὢν ὁ Πατὴρ φύσει τε καὶ ἀληθῶς Θεός, μόνον ὄντα Θεὸν φύσει τε καὶ ἀληθῶς τὸν Υἱὸν παραδέξαιτο ἂν οὐχ ἑτέρως εἴς τε τὸ ὑπάρχειν ἰδιοσυστάτως καὶ εἰς ταὐτότητα φυσικήν, εἰ μὴ ὑπάρχοι μὲν αὐτὸς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, ἔχοι δὲ αὖ ὁ Υἱὸς ἐν ἰδίᾳ φύσει τὸν γεγεννηκότα, ταύτῃ τοι νοοῖτο λέγεσθαί τε καὶ ὑπάρχειν ἕν. Καὶ γοῦν ὁ χρηστὸς ἡμῖν ἐπετιμᾶτο Φίλιππος, τὸ τῆς διανοίας εὐμαθὲς οὐ τοῖς ἄγαν ἐξητασμένοις κατακαλλύνων ῥήμασι. Καίτοι γὰρ ἐνὸν ἐν Υἱῷ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς καταθεᾶσθαι φύσιν, ἐλιπάρει λέγων· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν.» Καὶ πρός γε ταῦτα Χριστός· «Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ ἀληθὴς ὁ λόγος. Ἐπειδὴ γὰρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπέφηνεν ὁ Υἱός, ἐνυπάρχει μὲν αὐτὸς τῷ ἰδίῳ Πατρί, παραδείξειε δ' ἂν ἐν ἑαυτῷ διὰ ταὐτότητος φυσικῆς καὶ τὴν τοῦ γεγεννηκότος.