Ancient Greek
Page 497
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 497
Not analysed yet
Εἴη δ' ἂν οὔτε Θεὸς ὁ Πατὴρ τοῦ κυριεύειν δίχα, οὔτ' ἂν ἀληθῶς Κύριος ὁ Υἱὸς τῆς κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος ἐκμεμοχλευμένος. Τοιγάρτοι πρὸς ἀδιάσπαστον κοινωνίαν οἱονεί πως ἀνακιρνὰς τὰ ἀμφοῖν ὁ θεσπέσιος Παῦλος, ὁτὲ μὲν Θεοῦ τοῦ Πατρὸς ὁτὲ δὲ Χριστοῦ τὸ Εὐαγγέλιον εἶναί φησι. Βούλει, λέγωμεν τὰ ἐξ ἱερῶν ἑλόντες Γραμμάτων εἰς πληροφορίαν; Β. Καὶ μάλα. Α. Ἔφη τοίνυν· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» Μετακομίζων δὲ ὥσπερ τὴν τοῦ Θεοῦ δόξαν ἐπὶ τὸν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ σὺν αὐτῷ νοούμενον Υἱόν, ἔφη πάλιν· «Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.» Ἀμφοῖν δὲ τοῖν ὀνομάτοιν τὴν δήλωσιν κατασφίγγων εἰς ἕν, διὰ τὴν ταὐτότητα τῆς οὐσίας· «Τολμηρότερον δέ, φησίν, ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Ἓν οὖν ἄρα τὸ Εὐαγγέλιον Χριστοῦ καὶ Θεοῦ, καὶ ὅσπερ ἂν γένοιτο περὶ Θεοῦ λόγος, οὑτοσὶ ἤδη πρέπων ἂν εἴη καὶ τῷ Υἱῷ. Εἰ δὲ δή τι τὸ μεσολαβοῦν καὶ διιστῶν εἰς ἀνομοιότητα κατεφαίνετο τοῦ τεκόντος τὸ γεννηθέν, γένοιτ' ἂν ἤδη πως οὐχ ὁ αὐτὸς ἐπ' ἀμφοῖν ἔτι λόγος. Ἢ οὐκ ἀληθὲς εἶναι φῄς, ὦ Ἑρμεία; Β. Ἔγωγε. Α. Διεστήξει δὴ οὖν καὶ ἀποιχήσεταί ποι πρὸς τὸ ἑτεροίως ἔχον τὰ διηγήματα, καὶ οὐχ ὅπερ ἄν τις ὀρθῶς ἔχειν οἴοιτο τυχὸν περὶ Θεοῦ καὶ Πατρός, τοῦτό τοι διανοεῖσθαι προσήκοι ἂν καὶ περὶ Υἱοῦ. Ἓν οὖν ἄρα πῶς ἂν εἴη τὸ ἀμφοῖν Εὐαγγέλιον, προήκοι δ' ἂν ὅπως διὰ τῶν αὐτῶν ἡμῖν ἀπαραλλάκτως διηγημάτων, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός, καὶ οὐχὶ δὴ μᾶλλον καταπλανήσειεν ἂν τὸν μυσταγωγούμενον, ἢ γοῦν σαγηνεύσει πρὸς ἀληθείας ἐπίγνωσιν; Β. Ἀληθές. Α. Ὁ δὲ τὸ τοῦ Θεοῦ μυστήριον, τουτέστι τὴν ἐπ' αὐτῷ πίστιν, τοῖς οὔπω μαθοῦσιν ἱερουργῶν, πῶς ἂν λέγοιτο Χριστοῦ λειτουργὸς καὶ Χριστὸν διακηρύξῃ, Θεῷ τὴν δόξαν πραγματευόμενος καὶ Θεοῦ μὲν διάκονον ἑαυτὸν ἀποκαλῶν; «Ἐν παντὶ γάρ, ἔφη, συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι.» Ἐτέρωθι δέ που περί τινων· «Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λέγω, ὑπὲρ ἐγώ.»