Ancient Greek
Page 498
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 498
Not analysed yet
Ἆρ' οὖν ἐστί τις ὡς ἔν γε τουτοισὶ λόγος, πρὸς ἀνομοιότητα φυσικὴν διιστὰς τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱόν; Β. Οὐκ ἔχω νοεῖν. Α. Ἔκτοπον δὲ καὶ ἑτέρως τὸ μὴ Θεὸν οἴεσθαι κατὰ φύσιν εἶναι τὸν Υἱόν, Θεοῦ μὲν εἶναι τὴν Ἐκκλησίαν, Χριστοῦ δὲ αὖ πάλιν ἀνακεκραγότων αὐτὴν τῶν ἱερῶν Γραμμάτων. Ἔφη γὰρ ὧδέ τισιν ὁ θεσπέσιος Παῦλος· «Ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Ἑαυτῷ δὲ πάλιν παραστῆσαι τὴν Ἐκκλησίαν ἄσπιλόν τε καὶ ἀρρυτίδωτον διισχυρίσατο τὸν Υἱόν. Καὶ μὴν καὶ Θεοῦ λέγοντος δι' ἑνὸς τῶν προφητῶν κατοικήσειν τε καὶ ἐμπεριπατήσειν ἐν ἡμῖν, Χριστὸς ἐνοικεῖ, καὶ τὸ πάλαι τεθεσπισμένον ὡς Θεὸς ἐνεργεῖ. «Πιστὸς μὲν γὰρ ἦν ὁ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, κατὰ τὸ γεγραμμένον, εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς.» Β. Τὸ ἀπεῖργον οὖν ἄρα παντελῶς οὐδὲν οἴεσθαί τε καὶ φρονεῖν ἀληθῶς ὡς ἐπείπερ ἡμῖν ἐξ αὐτῆς ἀνέφυ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Υἱός, οὐχ ἕτερος ἂν νοοῖτο παρ' αὐτὸν ὑπάρχειν, ὅσον εἰς ταὐτότητα φυσικήν. Α. Εὖγε, ὦ φιλότης· ἐδόκει γὰρ ὀρθῶς ἔχειν τὸ τῇδε δοξάζειν καὶ τῷ μακαρίῳ Παύλῳ· «Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, φησί, τίς καθ' ἡμῶν; Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;» . Εἴπερ οὖν ἴδιος ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱός, ἆρα ἂν ἐξοίχοιτο πρὸς ἀλλοτριότητα φυσικήν, ἐπινοηθείη δ' ἂν λόγος τὸ καταψέγεσθαι δεῖν οὐκ ἔχων, εἰς ὀθνειότητα διιστὰς καὶ ἀλλότριον ἀποφαίνων τό τινος ἴδιον, οὗπερ ἂν ἴδιον νοοῖτο καὶ λέγοιτο; Β. Οὐκ οἶμαι. Α. Τί δέ; Οὐχὶ μυρίους εἶναί φαμεν τοὺς εἰς υἱότητα κεκλημένους τὴν ὑπὸ Θεῷ; Β. Καὶ μάλα. Γέγραπται γάρ· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες.» Α. Ἆρ' οὖν ἕνα τυχὸν ἢ δύο τῆς οὕτως ἀμέτρου πληθύος ἐξελών, κατατολμήσειεν ἄν τις ἰδίους υἱοὺς εἶναι λέγειν τοῦ Θεοῦ καὶ Πατρός, καὶ οὐκ ἂν ὄφλοι δίκην ἥνπερ ἄν τις ἐπαρτήσαι τυχὸν τοῖς παρασημαίνειν ἐθέλουσι τῆς ἀληθείας τὸ κάλλος; Β. Φαίην ἂν ἔγωγε· λέγεις γὰρ ὀρθῶς. Α. Εἰ δὲ δὴ βουλοίμην ἀναμαθεῖν ἀνθ' ὅτου μυρίοι μὲν ὅσοι διακέκληνται θεοὶ καὶ υἱοί, ἕρπει γε μὴν τὸ ἴδιον ἐφ' ἑνὸς κυρίως τε καὶ ἀληθῶς, τί ἂν ἔφης αὐτός; Β. Ἔφην ἄν, ὅτι, οἱ μὲν γὰρ εἰσπεποίηνται πρὸς υἱότητα