Ancient Greek
Page 633
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 633
Not analysed yet
ἀνεστηκὸς αὐτῆς, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, καὶ μὴν καὶ ὁ Υἱός, ἀλλ' εἰς ὀκλάζουσάν τε καὶ ὑφιζάνουσαν φύσιν, καὶ τόπον οὐδένα παντελῶς ἔν γε τοῖς οὖσιν εὑρίσκουσαν ἀνοσίως ἐκβεβιασμένον. Β. Τί οὖν εἰ λέγοιεν· Ποῦ Θεὸς ὠνόμασται τὸ Πνεῦμα τὸ ἅγιον; Α. Εἴρηται δὲ ὅποι καὶ ὑπὸ τοῦ, λέγε, τοῖς πεποιημένοις ὁμογενές, τὸ Πατρὶ καὶ Υἱῷ συντεταγμένον καὶ συναριθμούμενον, καὶ εἰς πίστιν τῆς μιᾶς καὶ ὑπὲρ πάντα θεότητος συνεισδεδειγμένον; Ἢ οὐχ ὧδε μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις κεκέλευκεν ὁ Σωτήρ; «Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Τοιγάρτοι καὶ ὁ μακάριος Παῦλος τῶν πεπιστευκότων ἤρετό τινας· «Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;» Ἀποφησάντων δὲ τοῦτο ἐκείνων καὶ ἀναφανδὸν εἰρηκότων· «Ἀλλ' οὐδ' εἰ Πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν,» ἐπετίμα λέγων· «Εἰς τί οὖν ἐβαπτίσθητε;» οὐκ ἐν καλῷ γενέσθαι τὴν πίστιν εἰδώς, οὔτε μὴν ἀρτίως ἔχειν δύνασθαί ποτε, εἰ μὴ πράττοιτο τελείως εἰς Θεὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ὁμολογίαν ἐκφέρουσα. Οὕτω παρέδοσαν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου· οὕτως ἡμᾶς πεπαιδαγωγήκασιν οἱ Πατέρες, καὶ σοφῶν εἰδέναι τὸ γεγραμμένον· «Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.» —«Εἷς οὖν Κύριος, μία πίστις, ἓν βάπτισμα,» κατὰ τὰς Γραφάς. Βεβαπτίσμεθα γὰρ εἰς θεότητά τε καὶ κυριότητα μίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὐχ ὡς εἰς πολύθεον ἀριθμόν, οὔτε μὴν ὡς κτίσει λατρεύοντες, ἢ γέγονεν ἡμῖν τὸ τῆς ἀληθοῦς παροιμίας, «Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα·» καὶ, «ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Οἱ γὰρ τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίστην ἐξῃρημένοι, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς ἕνα τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν, αὔχημά τε ποιούμενοι καὶ σωτηρίας ἐλπίδα τὸ τὴν ἀρχαίαν καὶ βέβηλον ἀποθέσθαι πλάνησιν, εἰ μὴ τοῖς τῆς ἀληθοῦς θεότητος θώκοις οὐσιωδῶς ἐμπρέπειν ὁμολογοῦμεν τὸ Πνεῦμα, ποῖ ποτε ἄρα καὶ πόθεν ἴμεν, ὡς εὖ ἴσθι τοι διηπόρηκά τε νοεῖν, εἰπεῖν δὲ οὐκ ἔχω· μᾶλλον δὲ σαφὲς ἂν γένοιτο καὶ ῥᾷστά γε δή. Ἁμαξιτοῦ γὰρ ὥσπερ ἀποπεπτώκαμεν, πεπλανήμεθά τε οὐδὲν ἧττον ἢ πάλαι, πεφενάκικε δέ, ὡς ἔοικεν, ὡδὶ λέγων ὁ Παῦλος· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεόν, μᾶλλον