Ancient Greek · ~11 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 10
Not analysed yet
Kαὶ ταῦτα μὲν τῆς ἐκείνου πιθανολογίας τὰ εὑρέματα· τεθαύμακα δὲ οὐ μετρίως ἐγώ· πρῶτον μὲν, ὅτι τῶν εἰς ἀλήθειαν ἀφειδήσας ἐννοιῶν, τετόλμηκεν εἰπεῖν, ὅτι τὸ γράμμα ἀποκτένει. εἶτα πρὸς τούτοις, ὅτι παρεκόμισε μὲν τοὺς ἀμφὶ τὸν Μωυσέα, καὶ ὧν ἐπεμνήσθημεν ἀρτίως, τοῖς ἄνωθεν κεχρησμῳδημένοις ἀντειρηκότας· ὅτι δὲ τοῖς θείοις θεσπίσμασιν ἀντιβλέψαι τετολμηκότες οὐκ ἔξω γεγόνασιν αἰτίας, σεσίγηκεν οὐκ ὀρθῶς. παραιτούμενον μὲν γὰρ ’τον ἱεροφάντην Μωυσέα, καὶ ὀκνοῦντα τὴν ἀποστολὴν, καὶ προϊσχόμενον τὴν βραδυγλωσσίαν, ὡς ἀσθενοῦντα περὶ τὴν πίστιν ἥλεγχε Θεὸς, οὕτω λέγων “Τίς ἔδωκε στόμα ἀνθρώπῳ ; “καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν ; βλέποντα καὶ “τυφλόν 5 οὐκ ἐγὼ κύριος ὁ Θεός ; καὶ νῦν πορεύου καὶ “ἐγὼ ἀνοίξω τὸ στόμα σου· ἀναδυομένου δὲ μετὰ τοῦτο, καὶ μέλλοντος ἔτι, "ὀργίσθη, φησὶ, κύριος ἐπὶ Μωυσῆν, καὶ εἶπεν “οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ; ἐπίσταμαι "ὅτι λαλῶν λαλήσει αὐτός σοι· ”Ἱερεμίου δὲ πάλιν προαλέστερον εἰρηκότος, ὅτι Νεώτερος ἐγώ εἰμι, καὶ οὐκ ἐπίσταμαι λαλεῖν, οὐδὲν ἧττον ὑπήντα Θεὸς, λέγων "Μῆ λέγε, ὅτι "νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστελῶ σε, ’’πορεύση, καὶ κατὰ πάντα ὅσα ἃν ἐντείλωμαί σοι, λαλή- “σεῖς. ”οὐ γὰρ ἦν ὅλως ἀκίνδυνον εἰπεῖν, ἤγουν ἐννοῆσαι μόνον, ὅτι λογισμοῦ τοῦ πρέποντος ἡ ὑπερτάτη βουλὴ διημάρτηκε, νεόν ἄνδρα καλοῦσα πρὸς προφητείαν. ὁμοίως ὁ θεσπέσιος Πέτρος ἤκουσε μὲν τῆς ὀθόνης καθιεμένης ἐξ οὐρανοῦ "Ἀναστὰς, Πέτρε, θῦσον καὶ Φάγε.” ἐπειδὴ δὲ Ἰουδαϊκῶς ἀνεκεκράγει τὸ, "Μηδαμῶς κύριε· ὅτι οὐδέποτε "ἔφαγον κοινὸν ἢ ἀκάθαρτον,” ἐπετιμᾶτο παραχρῆμα, καὶ ὡς τοῖς θείοις σκέμμασιν ἀντιφέρεσθαι τολμῶν, ἤκουεν ἐναργῶς “Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. εἰ γὰρ καὶ ἐλέγχειν ἤθελεν ἠπίως ὁ τῶν ὅλων Θεὸς, καὶ οὐκ εὐθὺς ὡς ἀντειρηκόσιν οὐ μετρίως ἐξεπικραίνετο, ἀλλ’ οὐκ ἔξω γέγονεν αἰτίας αὐτοῖς ἡ παραίτησις. χρῆναι δέ φημι ταῖς ἄνωθεν ψήφοις ἀμελλητὶ νέμοντας τὸ ὀρθῶς καὶ ἀδιαβλήτως ἔχειν, ἀποπεραίνειν ἐπείγεσθαι τὸ κεκελευσμένον, κἂν εἰ μὴ σφόδρα τὸ χρῆμα ταῖς ἡμετέραις ἁνδάνῃ ψυχαῖς· οἷον τί φημι, προςτέταχε τῷ Σαοὺλ ὁ τῶν ὅλων Θεὸς ἀποσφάξαι τὸν Ἀγάγ, ὡς ἀνόσια δεδρακότα κατὰ τῶν ἐξ Ἰσραὴλ. ἀλλ’ ᾠήθη τὸ χρηστὸν ἐπ’ αὐτῷ βουλεύεσθαι, καὶ φειδοῦς ἠξίου τὸν ταῖς ψήφοις καταδεδικασμένον. προσκρούει δὴ οὖν ταύτῃ τοι τῷ Θεῷ, καὶ μάλα. ἐκήδετο δὴ οὖν τοῦ τεθνάναι προστετγμένου, μονονουχὶ διακεκραγὼς καὶ λέγων δι’ αὐτοῦ τοῦ πράγματος, ὅτι μὴ δικαίαν ἐπ’ αὐτῷ τὴν ψῆφον ἐποιεῖτο Θεός. ταύτης ἕνεκα τῆς αἰτίας ἐλυπεῖτο μὲν λίαν καὶ συνηγανάκτει Θεῷ ὁ μακάριος Σαμουὴλ, καὶ ἀποσφάττει μὲν τὸν Ἀγὰγ αὐτὸς, ἐπιφωνῶν τὰς αἰτίας· “Ἀνθ’ ὧν γὰρ, “φησὶν, ἠτέκνωσε γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκ- “νωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου· προαπαγγέλλει δὲ τῷ Σαοὺλ, ὅτι καὶ τῆς βασιλείας ἐξωσθήσεται, καὶ πικρὰς τῆς παρακοῆς ἀποτίσει δίκας.