Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 11
Not analysed yet
Εἰ δὲ χρὴ πρὸς τούτῳ καὶ ἑτέρας ἡμᾶς ἱστορίας παρενεγκεῖν ἀφήγησιν, ἐν τῆ τρίτη γέγραπται τῶν βασιλειῶν, ὅτι κατεστρατεύετόλ ποτε τῶν ἐξ Ἰσραὴλ ὁ Ἅδερ, ὁ Σύρων ἡγοῦ μένος ἤτοι βασιλεύς. ἀλύοντος δὲ οὐ μικρῶς τοῦ Ἀχαὰβ, ὃς ἦν βασιλεὺς Ἰσραὴλ, καὶ δεδιότος τὴν ἔφοδον, ἁλώσεσθαί τε οὐκ εἰς μακρὰν πανστρατιᾷ προσδοκήσαντος, ἐπηγγέλλετο διὰ προφήτου Θεὸς, παραδώσειν αὐτῷ τὸν ἐχθρόν· εἶτα λαβὼν ἐκεῖνος, ἠξίου φειδοῦς παρὰ τὸ δοκοῦν τῳ Θέῳ. καὶ τί μετὰ τοῦτο τὸ γράμμα τὸ ἱερόν ; “καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν “τῶν προφητῶν εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου “Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐ- “τόν. καὶ εἶπε πρὸς αὐτὸν Ἀνθ’ ὧν οὐκ ἤκουσας τῆς φωνῆς “κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ, καὶ πατάξει σε λέων· “καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν "αὐτόν. καὶ εὑρίσκει ἄνθρωπον ἕτερον καὶ εἶπε, Πάταξον "δή με· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας, καὶ "συνέτριψε. καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ "βασιλεῖ Ἰσραὴλ ἐπὶ τῆς ὁδοῦ, καὶ κατεδήσατο τελαμῶνι "τοὺς ὀφθαλμοὺς αὐτοῦ.” μικρὰ δὲ ἅττα μεταξὺ προσλελαληκὼς ὑποστρέφοντι Ἀχαὰβ, προσετίθει πάλιν “Τάδε "λέγει κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς "χειρός σου, καὶ ἔσται ἡ ψυχὴ σοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ, "καὶ ὁ λαὸς σοῦ ἀντὶ τοῦ λαοῦ αὐτοῦ. ἀκούεις ὅπως ὁ πατάξαι τὸν προφήτην παραιτούμενος ἐλεεινῶς ἀνῃρέθη, δεινῷ θηρίῳ περιπεσών ; καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς ἢν εὐλαβείας καρπὸς τὸ μὴ καταπαίειν ἀποτολμᾷν ἅγιον καὶ προφήτην 5 ἀλλ’ ἦν ἐν λόγῳ Κυρίου, καὶ δυσδιάφυκτον ἔγκλημα γέγονεν ἡ παρακοή. ἐφείσατο δὲ καὶ Ἀχαὰβ παραλόγως τοῦ Ἅδερ, καίτοι Θεοῦ διολλύναι προστεταχότος, καὶ δέδοται αὐτὸς ἀντὶ τῆς ψυχῆς αὐτοῦ. οὐκοῦν ἀναγκαῖον ὄκνου τε δίχα καὶ μελλησμοῦ ἀποπεραίνεσθαι πρὸς ἡμῶν, ὅπερ ἂν ἁνδάνοι Θεῷ· τὸ δὲ ἕτερόν τι παρὰ τοῦτο δρᾷν ἢ καὶ ἑλέσθαι φρονεῖν ὑπεροψίας ἔγκλημα Φέρει. μόνον γὰρ οὐχὶ καὶ ἐπιτιμᾷν ἐγνώκασιν οἱ τοιοίδε λοιπὸν, ὡς οὐκ ὀρθῶς ἕσθ' ὅτε βουλευομένῳ, Θεῷ.