Ancient Greek · ~10 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 12
Not analysed yet
Φαμὲν οὖν τοῖς τὴν ἱστορίαν διαβολῆς οὐκ ἔξω τιθεῖσι, καὶ ἀβούλως ἐπαιτιωμένοις Ἀκαλλὲς ὑμῖν, ὦ οὗτοι, φαίνεται τὸ μαχλώσῃ γυναικὶ συνέστιον γενέσθαι προφήτην ; τί δὲ, οὐ πολὺ ἀκαλλέστερον τὸ ἀποσφάττεσθαι τἰνᾶς διὰ προφητῶν ἁγίων ; πῶς οὖν ἀνῄρηκε Σαμουὴλ μὲν τὸν Ἀγάγ, Ἠλιοὺ δὲ τοὺς προφήτας τοῦ Βάαλ καίτοι πολλοὺς ὄντας τὸν ἀριθμόν ; τί δὲ, εἰπέ μοι, καὶ ὁ προφήτης Ἠσαΐς τὸν σάκκον ἐκ τῆς ὀσφύος περιελὼν, γυμνός τε καὶ ἀνυπόδετος περιθέων τὴν Ἱερουσαλήμ ; ἆρα γὰρ οὐχὶ τὸν ἐν τοιῷδε γεγονότα σχήματι καταμωμήσαιτ’ ἄν τις εὐθὺς ὡς ἄσεμνον καὶ ἐξεστηκότα καὶ τὴν φρένα παρενηνεγμένον ; καὶ πῶς τοῦτο ἀμφίβολον, εἴπερ ἐστὶν ἐπαίνου μεστὸν, τὸ ἐν κόσμῳ τῷ καθήκοντι πάντα πράττεσθαι πρὸς ἡμῶν ; Ἀλλ’ ἐρεῖς, ὅτι τοῖς θείοις εἴκοντες νεύμασιν, ἔδρων τὰ τοιάδε τοτηνικάδε. τί δὲ, εἰπέ μοι, φρονεῖν ἄξιον περὶ τοῦ μακαρίου Ὠσηέ ; ἆρα γὰρ αὐτόκλητος πρὸς γυναῖκα πόρνην ἔρχεται, καὶ ποιεῖται σύνοικον τὴν οὕτως αἰσχρὰν, ἢ προστέτακται παρὰ Θεοῦ ; τεθαύμακα δὲ οὐδὲν ἧττον ἐκεῖνο τοῦ κατασκώπτειν ἐθέλοντος τὰ ἐπ’ αὐτῷ γεγραμμένα, καὶ τῆς ἱστορίας τὸ ἀτερπὲς διασύρειν ἀποτολμήσαντος. ἀναιρῶν γὰρ τὸ χρῆμα διὰ τὸ ἄτοπον, διισχυριζόμενός τε καὶ μάλα σαφῶς, ὡς οὐ πόρνη γυναικὶ κεκοινώνηκεν ὁ προφήτης, ἀλλ’ ἐκπορνευσάσαις ψυχαῖς ὁ θεῖος ἔσθ’ ὅτε συνάπτεται Λόγος, οὐ νενόηκε κατὰ τὸ εἰκὸς, οἵῳ περιπέπτωκεν ὕθλῳ. σεμνότερον γὰρ, ὡς ἕοικε, τὸν προφήτην εἶναι γοῦν βούλεται τοῦ παναγίου Θεοῦ. ἢ γὰρ οὐκ ἐν ἴσῳ λόγῳ φαίη τις ἂν, εἰπέ μοι, καὶ τὸ πονηρᾷ γυναικὶ τὸν προφήτην συνάπτεσθαι, καὶ τὸ ἀκαθάρτῳ ψυχῇ κοινωνεῖν ἑλέσθαι τὸν τοῦ Θεοῦ Λόγον ; ἀλλ’ οἶμαι τὸ μεταξὺ παντελῶς οὐδέν. ἢ τοίνυν συναναιρούντων ἐκείνῳ καὶ τοῦτο διὰ τὸ ἄτοπον, ἤγουν ἐφιέντων κατόπιν τῆς θείας βουλῆς ἔρχεσθαι τὰ ἀνθρώπινα. χρῆναι δὲ οἶμαι καί τι τῶν εὐαγγελικῶν παραθεῖναι γραμμάτων. συνανεκλίθη τελώναις καὶ ἁμαρτωλοῖς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἀλλ’ ἐπῃτιῶντο πάλιν οἱ φιλεγκλήμονες Φαρισαῖοι, καὶ τοῖς ἁγίοις προσήεσαν μαθηταῖς ἀναφανδὸν, λέγοντες Διατί μετὰ ἀνθρώπων ἁμαρ- “τωλῶν ὁ διδάσκαλος ὑμῶν καὶ πίνει ; τι οὑν πρὸς ταῦτα ὁ χριστός ; Οὐ χρείαν, φησὶν, ἔχουσιν οἱ "ἰσχύοντες ἰατρῶν, ἀλλ’ οἱ κακῶς ἕχοντες.” ὅτι μὲν οὖν καὶ μεμολυσμένους καὶ ἐκνενιμμένους οὔπω τὴν ἁμαρτίαν ἐξ ἀμετρήτου φιλανθρωπίας προσίεται Θεὸς, ἐνδοιάσῃ τις ἄν οὐδαμῶς. χρῆναι δὲ δεῖ μάλιστα τῆς κατὰ τὸν μακάριον Ὠσηὲ γενομένης ἱστορίας μὴ καθορίζειν τὸ ἀκαλλὲς γραφούσης ἡμῖν ἐφ’ ἑαυτῆς παγκάλως, ὅτι βδελυροῖς καὶ ἀκαθάρτοις οὖσιν ἔτι, τὴν παρ’ ἑαυτοῦ πνευματικὴν κοινωνίαν ὁ θεῖος ἡμῖν χαρίζεται Λόγος.