Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 18
Not analysed yet
Kαὶ ὁ μὲν λόγος ἐν τούτοις, τῶν ἱστορικῶς πεπραγμένων· φέρε δὲ καὶ εἰς τὴν ἑτέραν γραφὴν τὰ εἰκότα λέγωμεν, ἀνακομίζοντες ἤδη πρὸς θεωρίαν πνευματικὴν τὰ εἰρημένα παρὰ Θεοῦ. εὐγενὴς μὲν διὰ τοὺς πατέρας ἡ τῶν Ἰουδαίων συναγωγή. λελατρεύκασι γὰρ οἱ ἀμφὶ τὸν θεσπέσιον ‘Αβραὰμ Θεῷ ζῶντι καὶ ἀληθινῷ· καὶ μὴν καὶ δικαιοσύνης γεγόνασιν ἐπιμεληταὶ, καὶ ἁπάσαις ἀγαθοεργίαις εὖ μάλα κατεστεμμένοι, καὶ γνησιότητι διαπρέποντες· καὶ ἀκλόνητοι τὴν πίστιν, καὶ πᾶν εἶδος ἐπιεικείας ἐπησκηκότες. ἐπειδὴ δὲ λιμοῦ κατωθήσαντος ἐπέμιξαν Αἰγυπτίοις, εἶτα μακροὺς ἐκεῖσε διατετελέκασι χρόνους, ἑτερότροποί τε καὶ ἑτερογνώμονες οἱ ἐξ αὐτῶν γεγόνασι, τοῖς τῶν ἐνοικούντων ἔθεσιν ἕπεσθαι ᾑρημένοι λοιπόν· καὶ ὀλίγα παντελῶς τῆς τοῖς πατράσιν ἐντριβοῦς καὶ ἐξαιρέτως κατορθουμένης εὐσεβείας πεθροντικότες. προσκεκυνήκασι γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καθὰ γέγραπται. κατῴχοντο δὲ βδελυρίας εἰς τοῦτο καὶ βεβήλου ζωῆς, ὡς τάχα που φαυλότητος τρόπον ἔχειν ἀνεπιτήδευτον παντελῶς οὐδένα. καί μοί τι παθεῖν δοκοῦσι τοιοῦτο, ὅπερ ἂν πάθοι γυνὴ σοφή τε καὶ εὐγενὴς, τὸν μὲν ἑαυτῆς μεθεῖσα τρόπον, μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσασα τοῖς εἰς εὐκοσμίαν ἐπιτηδεύμασιν· ἀνθηρῇ μένη δὲ μᾶλλον τὸ ἐν εἴδει καὶ ἐν σχήμασιν ὁρᾶσθαι πορνικοῖς. ὅνπερ γὰρ τρόπον ἡ τοιάδε γυνὴ τὰς ἁπάντων ἡδονὰς ἐφ’ ἑαυτῇ πληροῖ, δυσχερείας ἁπάσης ἐξηρημένης, οὕτω καὶ ἀνθρώπου ψυχὴ, τῶν τῆς εὐσεβείας ἀπονεύσασα σπουδασμάτων, καὶ ἀγάπης τῆς εἰς Θεὸν ἀλογήσασα, καὶ προσκεκλιμένη τῷ Σατανᾷ, τὰς τῶν πονηρῶν πνευμάτων ἐπιθυμίας ἀποπληροῖ. οὐκοῦν πεπόρνευκεν ἐν Αἰγύπτῳ νοητῶς ἡ τῶν Ἰουδαίων συναγωγή· προὔκειτο γὰρ, ὡς ἔφην, ταῖς τῶν δαιμονίων ἐπιθυμίαις εἰς πᾶν ὁτιοῦν τῶν αὐτοῖς καθ’ ἡδονὴν ἀποφερομένη εὐκόλως· ἀλλ’ ἐπεσκέπτετό τε καὶ ἠλέει Θεὸς τὴν οὕτω διερριμμένην, καὶ σώφρονα πάλιν αὐτὴν ἀποφαίνειν ἤθελε· μόνον δὲ οὐχὶ καὶ σύνοικον ἐποίει τὴν βέβηλον ὁ πάναγνός τε καὶ καθαρὸς, καὶ τέκνων ἐποίει μητέρα, καὶ ἀγάπης ἠξίου, διὰ τὸν ἐξ αὐτῆς γενόμενον πρωτότοκον, τουτέστι τὸν Ἰεσπάελ, ὃς ἑρμηνεύεται σπορα Θεοῦ.