Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 19
Not analysed yet
Ορα δὴ οὖν εἰς εἰκόνα καὶ τύπον τῶν οὕτω πανσόφως οἰκονομηθέντων παρὰ Θεοῦ τεθειμένον τὸν Ὠσηέ. συνάπτεται τῇ Γόμερ, πόρνῃ γυναικὶ προφήτης ἅγιος. ἡ δὲ τέτοκεν αὐτῷ τὸν Ἰεσπάελ. οὕτω καὶ Θεὸς ἐκάλει πρὸς οἰκειότητα διὰ τοῦ πανσόφου Μωυσέως τὴν τῶν Ἰουδαίων συναγωγὴν, καὶ εἰς κοινωνίαν πνευματικὴν, διὰ τὸν ἐξ αὐτῆς ἐσόμενον πρωτότοκον, τουτέστι Χριστὸν, ὅς ἐστι σπορὰ Θεοῦ κατὰ τὸ ἀληθές· γεγέννηται γὰρ ἐκ Πατρὸς ὁ Υἱὸς, εἰ καὶ γέγονε σάρξ.