Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 23-13
Not analysed yet
Οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, οὐδ’ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος. ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖθεν κατάξω αὐτούς· ἐὰν ἀγκρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς· καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρό προσώπου τῶ ὠρῶ αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοῦς ὀφθαλμούς μου ἐπ’ αὐτοὺς εἰς κακὰ καἰ οὐκ εἰς ἀγαθά.