Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 31-3
Not analysed yet
Δίνα μὲν γὰρ ἡ τοῦ Ἰακὼβ, ἤτοι τοῦ Ἰσραὴλ θυγάτηρ· μετωνόμασται γὰρ Ἰακὼβ εἰς τὸν Ἰσραήλ· ἐξῆλθέ ποτε τῆς τοῦ πατρὸς σκήνης· ἐπεθύμησε γὰρ ἰδεῖν τὰς τῶν ἐγχωρίων θυγατέρας· ἦν δὲ ἐν Σικίμοις. εἶτα τὴν παρθένον εὑρὼν Ἐμμὼρ ὁ Συχὲμ υἱὸς ἀδοκήτως κατεβιάζετο· διεπαρθένευσε γάρ. δεδυσφορηκότες τοίνυν πρὸς τοῦτο λίαν οἱ τῆς νεάνιδος ἀδελφοὶ Αευΐ τε καὶ Συμεὼν, δόλον ἀρτύουσι· περιτέμνεσθαι 5 γὰρ ἀνέπειθον τοὺς ἀπὸ Σικίμων. οὗ δὴ γεγονότος, ἀλγοῦντας ἔτι καὶ ταῖς ὀδύναις νενικημένους ἄρδην ἀπεκτόνασιν, ἐκεῖνο λέγοντες ἐγκαλοῦντι τῷ πατρὶ τὸ ἀχάλινον εἰς ὀργάς, “Ἀλλ᾿ “ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν;” τῆς τοιαύτης ἱστορίας ἡμᾶς εἰς ἀνάμνησιν ἀποφέρει νυνὶ, μετά τινος ἤθους λέγων, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκῳ Ἰσραήλ. τοῦτό φησιν, ἐγκαλοῦντες τότε, ὅτι πεπλημμελήκασιν εἰς τὸν οἶκον Ἰακὼβ, ἤτοι τοῦ Ἰσραὴλ, διαπαρθενεύσαντες τὴν νεάνιδα. ταύτῃτοι καὶ ἡμεῖς ἀπεκτόναμεν Σίκιμα.