Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 32-4
Not analysed yet
Ἀλλὰ νῦν ἐβουλεύσαντό φησιν, ἐπιστρέψαι πρὸς τὸν Θεὸν, ἀγαπῆσαι τὰ ἐν νόμῳ, πληρῶσαι θυσίας, ἐπιτελεῖν ἑορτὰς, ἀποφοιτῆσαι λοιπὸν τῶν τῆς εἰδωλολατρείας μολυσμῶν. τί οὖν οἱ Λευῖται; ἔκρυψαν τὴν ὁδὸν κυροῦ καὶ ἐφόνευσαν Σίκιμα. ἢ τάχα καὶ νῦν ἐγκαλεῖν ἔχουσιν, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκω Ἰσραή; ποία καὶ νῦν ὑβρίσθη νεᾶνις; εἰς ποίαν Δίναν ἐξήμαρτον, ποῖα Σικιμιτῶν τὰ ἐγκλήματα, τῶν τετιμηκότων Θεὸν, τῶν ἠγαπηκότων τὸ ὀρθὰ λοιπὸν ἑλέσθαι φρονεῖν, καὶ ἀποπεραίνειν ἐπείγεσθαι τὰ ἐν νόμῳ. τεθέαμαι τοίνυν, φησὶ, φρικωδεστάτην τὴν ἐκεῖ πορνείαν τοῦ Ἐφραΐμ. καταπλαγείη γὰρ ἄν τις, καὶ σφόδρα εἰκότως, τοσοῦτον ὁρῶν ἀπονενευκὸς τῆς εἰς Θεὸν ἀγάπης τὸ ἱερὸν καὶ ἀπόλεκτον γένος, ὡς μὴ μόνον αὐτοὺς τῶν εἰδώλων εὑρετὰς γενέσθαι τοῖς ἄλλοις, ἀλλὰ καὶ διακωλύειν αὐτοὺς, εἰ ἀγαπᾶν ἕλοιντο τὰ τοῦ Θεοῦ. καταμεμίανται τοίνυν φησὶν Ἰσραὴλ καὸ Ἰούδας. ὥστε κἂν εἴ τι πάθοιεν τῶν προσδοκωμένων, ἐγκαλείτω μηδεὶς ἀγανακτοῦντι Θεῷ. Ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσἰαν τοῦ Κεφ. ζ΄. λαοῦ μου, ἐν τῷ ιᾶσθαί με τοι Ἰσραήλ. Ἔστι πάλιν ὁ λόγος πρὸς τὸν τῆς Γαλαὰδ οἰκήτορα. διδάσκει δὲ, ὅτι ἐγὼ μὲν ἠρξάμην ὡς Θεὸς ἰᾶσθαί τε καὶ ἐπιστρέφειν τὸν Ἰσραήλ. καὶ γοῦν ἐπεθύμουν Σικιμῖται λοιπὸν ὑποφέρειν Θεῷ τὸν αὐχένα, καὶ τελεῖν ἑορτὰς, τὰς μὲν τοῦ Ἱεροβοὰμ οὐκέτι, τὰς κατὰ νόμον δὲ μᾶλλον, καὶ τῆς οὐκ οἰδ᾿ ὅπως ἐξηυρημένης ἀπάτης ἀποδραμεῖν· σὺ δὲ αὐτοὺς, ὦ Γαλααδῖτα, μονονουχὶ καὶ ἀπέκειρας, ἤτοι τετρύγηκας, καὶ πλοῦτον ἄδικον ἐποιήσω τὰ ἀπὸ λῃστείας. ἐπιφωνεῖ δὲ πάλιν ἐν ἤθει τὸ ἄρχου τρυγᾶν σεαυτῷ, μονονουχὶ τοιοῦτόν τι λέγων, μᾶλλον δὲ κἂν εἰ μὴ λέγοι, λεπτῶς ὑπεμφαίνων, ὅτι κἀγὼ σὲ ποιήσομαι τῶν κολαζομένων τὴν ἀπαρχήν. ἀρχόμενος γὰρ ἀποκείρειν τὸν Ἰσραὴλ, καὶ ἀποτρυγᾶν τοὺς τῆς οὕτω δεινῆς ἀνοσιότητος ἐπιτηδευτὰς, πρωτόλειόν σε ποιήσομαι τῆς ὀργῆς. εἰδέναι γὰρ ἀναγκαῖον, ὅτι Φουλὰ, βασιλεὺς Ἀσσυρίων, ὁ πρῶτος ἐλθὼν κατά τε τῆς Σαμαρείας καὶ τοῦ Ἰσραὴλ, πρώτας ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὰς πέραν τοῦ Ἰορδάνου φυλάς. πόλις δὲ ἦν τῶν ἐκεῖσε μία καὶ ἡ Γαλαάδ. οὐκοῦν ὥσπερ ἐμοῦ τὸν Ἰσραὴλ ἐπιστρέφοντος, ἀρξαμένου τε ἰάσασθαι λοιπὸν, σὺ τετρύγηκας, ὦ Γαλααδῖτα, σεαυτῷ τὰ ἀπὸ λῃστείας· οὕτω κἀγὼ παραδιδοὺς Ἀσσυρίοις τὸν Ἰσραὴλ, σὲ ποιήσομαι τῶν πεμπομένων τὴν ἀπαρχήν.