Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 33-4
Not analysed yet
Συγγενῆ δὲ τὰ ἀρχαῖα τοῖς ἐπὶ Χριστῷ τῶν Ἰουδαίων ἐγκλήματα. ἐκάλει μὲν γὰρ σύμπαντα τὸν Ἰσραὴλ ὁ Θεὸς καὶ Πατὴρ εἰς τὸ ἑλέσθαι λοιπὸν τὰ ἀμείνω φρονεῖν, καὶ καταλῆξαι μὲν τῆς ἐν νόμῳ λατρείας, ἀνθελέσθαι δὲ μᾶλλον ἐκείνης τὴν νέαν τε καὶ εὐαγγελικήν. ἀλλὰ τοῖς ἐπιστρέφουσι καὶ καλουμένοις εἰς ἴασιν ἀντέπραττον οὐ μετρίως. γέγραπται γὰρ, ὅτι “Ἤδη συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα “ἔαν τις αὐτὸν ὁμολογήση ’τον Χριστὸν εἶναι, ἀποσυνάγωγος “γένηται.’’ ἤκουον δὲ καὶ οἱ παρ’ αὐτοῖς ἡγούμενοι, “Οὐαὶ “ὑμῖν, γραμματεῖς καὶ φαρισταἰοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν “κλεῖδα τῆς γνώσεως· οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς “εἰσερχομένους ἀφίετε εἰσελθεῖν. “δέδονται τοίνυν ἐχθροῖς, καὶ πικρὰς τῆς εἰς Χριστὸν παροινίας ἐζήτηνται δίκας. Καὶ ἀποκαλυφθήσεται ἡ κάκω Ἐφραΐμ καὶ ἡ κακία Σαμαρείας, δυ’ εἰργάσαντο ψευδῆ. κω κλέπτης πρὸς αὐτὸ εἰσελεύσεαι, ἐκδιδύσκων ληστὴς ἐν τῆ ὁδῶ αὐτοῦ, ὕπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν.