Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 39-6
Not analysed yet
Ὅτι μὴ εὐκατάσειστος τῶν πιστευόντων ὁ νοῦς, οὐδὲ οἷον ἕτοιμος εἰς τὸ νικᾶσθαι πνεύμασι πονηροῖς, διὰ τούτου δηλοῖ. ἔσται γὰρ οὕτως ἀσφαλὴς καὶ ἐρηρεισμένος, καθάπερ ἀμέλει καὶ τὸ τοῦ λιβάνου φυτὸν, ὃ καθίησι μὲν εἰς βάθος πολὺ τὴν ῥίζαν· τοῖς γεμὴν ἄνωθεν κλάδοις, οὐ με- τρίως εὐρύνεται. σπαταλώσης γὰρ τῆς ῥίζης, ἁδραί που πάντως εἰσὶ καὶ αἱ τῶν ὀρπήκων ἐκδόσεις.