Ancient Greek · ~5 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 48-13
Not analysed yet
Τὴν εἰς τὸ ἐν ἀρχαῖς ἀναφοίτησιν τῶν καθ᾿ ἡμᾶς πραγμάτων ὁ προφητικὸς ἡμῖν ἐν τούτοις εὐαγγελίζεται λόγος. διαμέμνηται δὲ καὶ μάλα σαφῶς τῆς ἀνακεφαλαιώσεως τῆς ἐν Χριστῷ γεγενῆσθαι λεγομένης. καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ, καθὰ γέγραπται, καὶ “Τὰ μὲν “ἀρχαῖα παρῆλθε, γέγονε δὲ δι᾿ αὐτοῦ καινὰ” μεταστοιχειοῦντος τὰ ἀνθρώπινα καὶ ἀνακαινίζοντος εἰς τὸ εὖ εἶναι πάλιν αὐτά. βεβασίλευκε γὰρ, καὶ πεποίηται πάλιν αἱρετὸν τὴν κατὰ πάντων ἀρχήν. σημαίνεται δὲ τὸ καθόλου καὶ διὰ τῶν μερικῶς οἰκονομουμένων. ἐβασιλεύετο μὲν γὰρ, ὡς ἔφην, ὁ Ἰσραὴλ ἐν ἀρχαῖς ὑπὸ Θεοῦ, μεσολαβούντως ἁγίων. εἶτα μετ᾿ οὐ πολὺ νοσήσας τὸ εὔηθες, ἀτιμάσας τε τὸ πράττειν ὑπὸ Θεῷ, τὰ ἀνθρώπινα μᾶλλον τετιμήκασι κράτη. καὶ γοῦν ᾔτησαν ἐφ᾿ ἑαυτῶν βασιλέα τὸν Σαούλ. εἶτα προσκεκρούκασιν οὐ μετρίως· λελυπημένος γὰρ ἔφασκεν ὁ τῶν ὅλων Θεὸς τῷ μακαρίῳ Σαμουήλ “Οὐ σὲ ἐξουθενή- “κασιν, ἀλλ᾿ ἐμὲ ἐξουθενήκασι, τοῦ μὴ βασιλεύειν ἐπ᾿ “αὐτούς.” ὅτι δέ τὸ χρῆμα αὐτοῖς ὀνησιφόρον μὲν οὐδαμῶς, πικρὸν δὲ μᾶλλον καὶ ἐπιζήμιον καὶ ὀλέθρου πρόξενον, αὐτὴ δέδειχεν ἡ πεῖρα, πῶς ἂν ἐνδοιάσειέ τις; περιπεπτώκασι γὰρ δεινοῖς καὶ ἀφύκτοις διὰ τοῦτο κακοῖς. οὐκοῦν ἀνακομίζων ὥσπερ τὸν Ἰσραὴλ ἐπὶ τὸ ἐν ἀρχαῖς, φημὶ δὴ τὸ ὑπ᾿ αὐτοῦ βασιλεύεσθαι τοῦ Θεοῦ, τὸν ἐκ Βηθλεὲμ αὐτοῖς ἐσόμενον Σωτῆρα καὶ λυτρωτὴν προανακεκράγει Χριστόν.