Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΗΡΟΦΗTHΝ ΩΣΗΕ.
Cyrillus Theol., In XII Prophetas 6
Not analysed yet
Ἐπειδὴ δὲ ἀπεβίω Εολομῶν, κέκληται πρὸς βασιλείαν ὁ ἐξ αὐτοῦ, τουτέστιν, ὁ Ῥοβοάμ. τότε δὴ τότε κατασχίζεται λοιπὸν ὁ Ἰσραὴλ, καὶ ἀποφοιτῶσι μὲν τῶν Ἰεροσολύμων αἱ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραΐμ. κατελογίζοντο γὰρ εἰς μίαν φυλὴν οἱ ἐξ Ἰωσὴφ γεγονότες υἱοὶ Ἐφραΐμ τε καὶ Μανασσῆς, τοῦτο τοῦ προπάτορος Ἰακὼβ κρατεῖν ἐθελήσαντος. εἴρηται γὰρ πρὸς τὸν Ἰωσήφ “Νῦν οὖν οἱ δύο υἱοί “σου, οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, πρὸ τοῦ ἐλθεῖν με πρὸς “σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραΐμ καὶ Μανασσῆ, ὡς καὶ “Ρουβὴμ καὶ Συμεὼν, ἔσονταί μοι. ”οὐκοῦν αἱ μὲν δέκα φυλαὶ, καὶ τὸ ἥμισυ τῆς μιᾶς τουτέστιν ὁ Ἐφραΐμ, ἀπῴχοντο μὲν εἰς τὴν Σαμάρειαν, ἔξω δὲ τῆς Ῥοβοὰμ γεγόνασι βασιλείας· ἀπομεμενήκασι δὲ ἐν τοῖς Ἰεροσολύμοις οἱ ἐκ φυλῆς ’Ιούδα καὶ Βενιαμίν. ἐπειδὴ δὲ ἀβασίλευτοί τε καὶ ἀστρατήγητοι μένοντες οἱ ἐν Σαμαρείᾳ τὰς ἐκ τοῦ Ῥοβοὰμ ἐφόδους ὑπώπτευον, καὶ ἑαυτοὺς δὴ μάλα τοῖς φιλτάτοις συνδιόλλυσθαι προσεδόκων, μεταπέμπονται τὸν Ἰεροβοάμ. οἰκέτης δὲ οὗτος ἦν Σολομῶνος ἀποδρὰς εἰς Αἴγυπτον πρὸς Σουσακεὶμ βασιλέα· καὶ δὴ καὶ ἐλθόντα κεχειροτονήκασιν εὐθὺς εἰς ἡγούμενον, καὶ σκήπτρῳ τῆς βασιλείας τετιμήκασι τὸν ἀλιτήριον. καὶ ἦν Ἰεροβοὰμ ἐξ ὄρους καὶ φυλῆς Ἐφραΐμ. ἐπειδὴ δὲ κεχειροτόνητο βασιλεὺς, ἐξεμηχανᾶτο λοιπὸν, τίνα τρόπον αὐτῷ τὰ τῆς βασιλείας στήσεται, καὶ ἐν βεβαίῳ μενεῖ, τῆς τῶν χειροτονησάντων γνώμης οὐ μεθισταμένης εἰς ἑτέραν τινὰ βουλήν τε καὶ σκέψιν. εἶτα δεδιὼς μὴ ἄρα πὼς τῆς ἐν νόμῳ λατρείας, καὶ τῶν ἐν τοῖς Ἰεροσολύμοις ἐπιτελουμένων ἑορτῶν εἰς ἀνάμνησιν ἐνεχθεὶς ὁ Ἰσραὴλ, παλινδρομεῖν ἕλοιτο εἰς τὸ ἐν ἀρχαῖς, καὶ τοῖς Ῥοβοὰμ ὑπενεχθείη ζυγοῖς, δύο δαμάλεις ἐργάζεται χρυσᾶς, καὶ πρὸς τὸ ἐν Αἰγύπτῳ σέβας ἀναβιβάζων τὸν Ἰσραὴλ, ἐκέλευε προσκυνεῖν αὐταῖς, καὶ ὁλοκαυτοῦν. “καὶ ἀπέθετο, φησὶ, “τὴν μὲν εἰς Γάλγαλα, τὴν δὲ εἰς Δάν·” πόλεις δὲ αὗται περιφανέστεραι τῶν τῶν ἄλλων, αἳ ἦσαν ἐν χώρᾳ Σαμαρειτῶν.