Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΗΡΟΦΗTHΝ ΩΣΗΕ.
Cyrillus Theol., In XII Prophetas 7
Not analysed yet
Oὐκοῦν διττὴ γέγονε τῶν δέκα φυλῶν ἡ ἀπόστασις, καὶ τοῦ ἡμίσους φυλῆς Ἐφραΐμ. ἐξῴχοντο γὰρ, οὐχὶ μόνον τῶν Ἱεροσολύμων, ἀλλὰ καὶ αὐτῆς τῆς εἰς Θεὸν εὐσεβείας, δαμάλεσι προσκυνοῦντες χρυσαῖς, θύοντές τε καὶ λατρεύοντες “τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καθὰ γέγραπται. οἱ ’δε γε ἀπομεμενηκότες ἐν τοῖς Ἰεροσολύμοις, Ἰούδας τε φημι καὶ βενιαμὶν, αἰδῶ μέν τινα καὶ λόγον τῶν διὰ Μωυσέως ἐποιοῦντο θεσπισμάτων. ἔθυον γὰρ ἐν τῷ ναῷ· πλὴν οὐχ ὁλοτρόπως τῆς εἰς Θεὸν ἀγάπης ἐξείχοντο, κατεμερίζοντο δὲ καὶ αὐτοὶ πρὸς ἀπόστασιν. ἔθυον γὰρ εἰδώ- λοις “ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου “ἀλσώδους,” κατὰ τὴν τοῦ προφήτου φωνήν. ὅταν ἀκούῃς τῶν ἁγίων προφητῶν ὀνομαζόντων τὸν Ἰσραὴλ ἤτοι τὸν Ἐφραΐμ, τότε δή μοι νόει τοὺς ἐν τῆ Σαμαρείᾳ· ὅταν δὲ τὸν Ἰούδαν καὶ Βενιαμὶν, τοὺς ἀπομείναντας ἐν Ἰεροσολύμοις. ἦσαν δὲ καὶ προφῆται παρ’ αὐτοῖς, ἀδιακρίτως περί τε τῶν ἐν τῇ Σαμαρείᾳ, καὶ τῶν ἐν τοῖς Ἰεροσολύμοις προφητεύοντες. καὶ οἱ μὲν ἐν τοῖς Ἱεροσολύμοις, οἱ δὲ τὴν Σαμαρειτῶν οἰκοῦντες χώραν, τοὺς παρὰ Θεοῦ τοῖς ἀκροωμένοις διεκόμιζον λόγους.