Ancient Greek
Page 721
Cyrillus Theol., Quod unus sit Christus 721
Not analysed yet
Β— Σάρκα δὴ οὖν φαμεν γενέσθαι τὸν Λόγον, κατά γε τὴν ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν, ἣν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ὑπομεῖναι λέγεται, καίτοι πρὸ παντὸς αἰῶνος ὑπάρχων ὡς Θεός. Α— Πάνυ μὲν οὖν. Οὕτω γὰρ γέγονεν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς τῇ κατὰ πᾶν ὁτιοῦν δίχα τῆς ἁμαρτίας. Καὶ μαρτυρήσει λέγων ὁ πάνσοφος Παῦλος· «Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ἡ δὲ «κατὰ πάντα» ὁμοίωσις ἀρχὴν ὥσπερ τινὰ καὶ προεισβολὴν τοῦ πράγματος τὴν ἐκ γυναικὸς ἀπότεξιν ἔχει, καὶ τὴν ἐν σαρκὶ φανέρωσιν τοῦ κατὰ φύσιν ἰδίαν οὐχ ὁρατοῦ, καὶ τὴν ἐν τοῖς καθ' ἡμᾶς κάθεσιν οἰκονομικὴν τοῦ ἐν ὑπερτάτοις ὄντος ὀνόμασι, καὶ τὸ ἐν ἀνθρωπότητι ταπεινὸν τοῦ τοῖς ἀνωτάτω θρόνοις ἐμπρέποντος, καὶ τὸ ἐν μέτροις γενέσθαι τοῖς οἰκετικοῖς τὸν ἐν κυριότητι φυσικῇ· «Θεὸς γὰρ ὁ Λόγος ἦν.» Β— Διανοῇ μὲν ὀρθῶς. Πλὴν ἴσθι τοι κἀκεῖνο ἐροῦντας, ὡς ἀνέφικτον εἴη ἂν τάχα που καὶ ἀκαλλὲς τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν οἴεσθαί τε καὶ λέγειν καὶ δευτέραν τὴν ἐκ γυναικὸς ὑπομεῖναι γέννησιν. Ἀπόχρη γὰρ αὐτῷ, φασί, τὸ ἅπαξ ἐκ Πατρὸς γεννηθῆναι θεοπρεπῶς. Α— Οὐκοῦν, ἐπιπλήττουσι τῷ Υἱῷ καὶ οὐκ ὀρθὰ βεβουλεῦσθαί φασιν αὐτόν, τὴν δι' ἡμᾶς κένωσιν ἐθελούσιον ὑπομείναντα. Κατήργηται δὲ καὶ εἰκαῖον ἤδη πώς ἐστι τὸ σεπτὸν καὶ μέγα τῆς εὐσεβείας μυστήριον, καὶ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς εὐτεχνὲς ἀνόνητον ἀποφαίνουσι τοῖς ἐπὶ τῆς γῆς. Ἀλλ' οὐ τοῖς ἐκείνων βατταρισμοῖς τὸ χρῆναι κρατεῖν ὁ τῆς ἀληθείας ἐφίησι λόγος, ἐλέγξει δὲ μᾶλλον, ἀσυνετώτατα μὲν πεφλυαρηκότας, εἰδότας δὲ κατ' οὐδένα τρόπον τὸ Χριστοῦ μυστήριον. Γεγέννηκε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν ἐξ ἑαυτοῦ γεννήσει μιᾷ. Πλὴν εὐδόκησεν ἐν αὐτῷ τὸ ἀνθρώπινον ἀνασῶσαι γένος, τρόπῳ τῷ κατὰ τὴν σάρκωσιν, ἢ γοῦν ἐνανθρώπησιν, ἣν πάντη τε καὶ πάντως γενέσθαι ἐχρῆν διὰ