Ancient Greek
Page 722
Cyrillus Theol., Quod unus sit Christus 722
Not analysed yet
γεννήσεως, δηλονότι τῆς ἐκ γυναικός, ἵνα τῇ πρὸς ἡμᾶς ὁμοιώσει τοῦ ἐκ Θεοῦ φύντος Λόγου κατακρίνηται μὲν ἐν τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος, ἐν ὁμοιώματι δὲ θανάτου τοῦ μὴ εἰδότος αὐτὸν καταργῆται θάνατος. «Εἰ γὰρ σύμφυτοι γεγόναμεν, φησί, τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Οὐκοῦν ἀναγκαίως ὁ ὢν καὶ ὁ ὑπάρχων γεγέννηται κατὰ σάρκα, τὰ ἡμῶν εἰς ἑαυτὸν μεταθείς, ἵνα τὰ σαρκὸς γεννήματα, τουτέστιν ἡμεῖς οἱ φθαρτοί τε καὶ ἀπολλύμενοι, μένωμεν ἐν αὐτῷ, ἴδια λοιπὸν ἔχοντι τὰ ἡμῶν ἵνα καὶ ἡμεῖς τὰ αὐτοῦ. «Δι' ἡμᾶς γὰρ ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν.» Φάσκοντές γε μὴν οὐκ αὐτὸν γενέσθαι σάρκα τὸν ἐκ Θεοῦ Λόγον, ἤτοι γέννησιν ὑπομεῖναι τὴν κατὰ σάρκα ἐκ γυναικός, ἀναιροῦσι τὴν οἰκονομίαν. Εἰ γὰρ μὴ πλούσιος ὢν ἐπτώχευσε, καθεὶς ἑαυτὸν τοῖς καθ' ἡμᾶς ἐκ φιλανθρωπίας, οὐδὲ ἡμεῖς τὰ αὐτοῦ πεπλουτήκαμεν, ἀλλ' ἐσμὲν ἐν τῷ πτωχεύειν ἔτι, καὶ ἀρᾷ καὶ θανάτῳ καὶ ἁμαρτίᾳ ἐνισχημένοι. Τὸ γάρ τοι γενέσθαι σάρκα τὸν Λόγον λύσιν ἔχει καὶ ἀνατροπὴν τῶν ἐξ ἀρᾶς καὶ δίκης τῇ τοῦ ἀνθρώπου φύσει συμβεβηκότων. Οὐκοῦν, εἰ ἀναβοθρεύουσι τῆς σωτηρίας ἡμῶν τὴν ῥίζαν, καὶ τὸν τῆς ἐλπίδος θεμέλιον ἀνορύττουσι, ποῦ τὰ μετ' αὐτὸν ἔτι κείσεται; Οὐ γὰρ γεγονότος, ὡς ἔφην, σαρκὸς τοῦ Λόγου, οὔτε τοῦ θανάτου κατεσείσθη τὸ κράτος, κατήργηται δὲ κατ' οὐδένα τρόπον ἡ ἁμαρτία, καὶ ἐσμὲν ἔτι ταῖς τοῦ πρώτου παραβάσεσιν ἔνοχοι, τουτέστιν Ἀδάμ, οὐδεμίαν ἀναφοίτησιν ἔχοντες εἰς τὸ ἄμεινον, τὴν διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Β— Συνίημι ὃ φής. Α— Τίς δ' ἂν καὶ νοοῖτο πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς αἵματος καὶ σαρκός, ὡς ἕτερος ὢν παρ' ἡμᾶς κατὰ φύσιν; Οὐ γάρ τοι φαίη τις ἂν ἀνθρώπῳ πρέπειν τὸ ἀνθρωπότητος μετασχεῖν. Ὃ γάρ ἐστι κατὰ φύσιν, πῶς ἄν τις νοοῖτο λαβών, ὡς ἕτερον ὄν τι παρ' ὅπερ ἐστίν; Ἆρ' οὐ πολὺ τὸ εἰκὸς ὁ λόγος ἔχει; Β— Πάνυ μὲν οὖν. Α— Ἄθρει δὲ δὴ καὶ ἑτέρως ὡς ἀνόσιόν τέ ἐστι καὶ ἀπηχὲς τὸ ἀναιρεῖν πειρᾶσθαι τοῦ Θεοῦ Λόγου τὴν ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Τίνα γὰρ τρόπον ζωοποιήσειεν ἂν <ἡμᾶς> τὸ σῶμα αὐτοῦ εἰ μή ἐστιν ἴδιον αὐτοῦ ὅς ἐστι ζωή; Πῶς «τὸ αἷμα Ἰησοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης