Ancient Greek · ~9 min
Page 723
Cyrillus Theol., Quod unus sit Christus 723
Not analysed yet
ἁμαρτίας» εἴπερ ἐστὶν ἀνθρώπου κοινοῦ καὶ ὄντος ὑφ' ἁμαρτίαν; Πῶς «ἀπέστειλεν ὁ Θεὸς» καὶ Πατὴρ «τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον;» Πῶς «κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί;» Οὐ γὰρ ἦν ἀνθρώπου κοινοῦ καὶ τυραννουμένην ἔχοντος μεθ' ἡμῶν ὑπὸ τῆς ἁμαρτίας τὴν φύσιν τὸ κατακρῖναι τὴν ἁμαρτίαν. Ἐπεὶ δὲ σῶμα γέγονε τοῦ πλημμελεῖν οὐκ εἰδότος, ταύτῃτοι καὶ μάλα εἰκότως τὴν τῆς ἁμαρτίας ἀπεσείσατο τυραννίδα, καὶ τὴν ἰδιότητα πλουτεῖ τοῦ ἀφράστως αὐτῇ καὶ ὡς οὐκ ἔστιν εἰπεῖν ἑνωθέντος Λόγου, ἅγιόν τε καὶ ζωοποιόν ἐστι, καὶ τῆς θεοπρεποῦς ἐνεργείας ἔμπλεων. Ὡς ἐν ἀπαρχῇ δὲ Χριστῷ μετεστοιχειώμεθα καὶ ἡμεῖς εἰς τὸ εἶναι καὶ φθορᾶς καὶ ἁμαρτίας κρείττονες. Καὶ ἀληθὲς ὅτι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· «Ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου,» τουτέστι Χριστοῦ. Ἐπουράνιος δὲ ἄνθρωπος νοεῖται Χριστὸς οὐχ ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ τὴν σάρκα κατενεγκών, ἀλλ' ὅτι Θεὸς ὢν ὁ Λόγος, καταβέβηκεν ἐξ οὐρανῶν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών, τουτέστι γέννησιν ὑπομείνας τὴν κατὰ σάρκα ἐκ γυναικός, μεμένηκεν ὅπερ ἦν, ἄνωθεν δηλονότι καὶ ἐξ οὐρανῶν, καὶ ἐπάνω πάντων ὡς Θεὸς καὶ μετὰ σαρκός. Οὕτω γάρ πού φησιν ὁ θεσπέσιος Ἰωάννης περὶ αὐτοῦ· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» Ἀπομεμένηκε γὰρ τῶν ὅλων Κύριος καὶ ἐν τῇ τοῦ δούλου μορφῇ γεγονὼς οἰκονομικῶς, καὶ παράδοξον ἀληθῶς διὰ ταῦτά ἐστι τὸ Χριστοῦ μυστήριον. Καὶ γοῦν ἔφη που πρὸς Ἰουδαίους δι' ἑνὸς τῶν προφητῶν ὁ Θεὸς καὶ Πατήρ· «Ἴδετε, οἱ καταφρονηταί, καὶ ἀφανίσθητε, καὶ θαυμάσατε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγήσηται ὑμῖν.» Κινδυνεύει γὰρ ἀπιστεῖσθαι τὸ Χριστοῦ μυστήριον διὰ τὴν τοῦ θαύματος ὑπερβολήν. Θεὸς ἦν ἐν ἀνθρωπότητι καὶ ἐν τοῖς καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὁ ἀόρατος, ὁρατὸς κατὰ σάρκα, ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἐν εἴδει τῶν χοϊκῶν, ἁπτὸς ὁ ἀναφής, ὁ κατὰ φύσιν ἰδίαν ἐλεύθερος, ἐν δούλου μορφῇ, ὁ εὐλογῶν τὴν κτίσιν, ἐπάρατος, καὶ ἐν τοῖς ἀνόμοις ἡ πᾶσα δικαιοσύνη, καὶ ἐν δοκήσει θανάτου γέγονεν ἡ ζωή. Οὐ γὰρ ἦν ἑτέρου τινός, αὐτοῦ δὲ μᾶλλον τοῦ κατὰ φύσιν Υἱοῦ, τὸ τοῦ θανάτου γευσάμενον σῶμα.