Ancient Greek · ~9 min
Page 724
Cyrillus Theol., Quod unus sit Christus 724
Not analysed yet
Ἆρ' ὡς οὐκ εὖ γεγονόσιν, ἢ γοῦν πρὸς ἡμῶν εἰρημένοις ἔχεις τι τούτοις ἐπιτιμᾶν; Β— Οὐδαμῶς. Α— Ἄθρει δή μοι κἀκεῖνο πρὸς τούτοις. Β— Τὸ τί δὴ φής; Α— Ἔφη που Χριστὸς τοῖς ἀναιρεῖν ἐθέλουσι τὴν ἀνάστασιν τῶν νεκρῶν· «Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη <αὐτῶν> ἀμίαντος.» Εἶτα πῶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν ἐθελήσας, οὐ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἐφῆκε κρατεῖν εἰς σύστασιν ἤτοι γέννησιν τῆς ἰδίας αὐτοῦ σαρκός; Οὐ γὰρ ἐκ κοίτης καὶ γάμων ἠνέσχετο λαβεῖν αὐτήν, ἀλλ' ἐκ παρθένου σεμνῆς καὶ ἀπειρογάμου, κυοφορησάσης ἐκ Πνεύματος, ἐπισκιασάσης αὐτῇ δυνάμεως Θεοῦ, καθὰ γέγραπται. Θεοῦ τοιγαροῦν τὸν γάμον οὐκ ἀτιμάσαντος, μᾶλλον δὲ καὶ εὐλογίᾳ τιμήσαντος, ἀνθότου παρθένον κυοφοροῦσαν ἐκ Πνεύματος τῆς ἰδίας σαρκὸς ἐποιήσατο μητέρα Θεὸς ὢν ὁ Λόγος; Β— Οὐκ ἔχω φράσαι. Α— Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὴς γένοιτ' ἂν ἡ τοῦδε πρόφασις ἐκεῖνο διεσκεμμένοις; Ἀφίκετο γάρ, ὡς ἔφην, ἢ γοῦν ἐνηνθρώπησεν ὁ Υἱός, ἀναστοιχειώσων τὰ καθ' ἡμᾶς ὡς ἐν ἑαυτῷ καὶ πρῶτον εἰς ἁγίαν τινὰ καὶ τεθαυμασμένην καὶ παράδοξον ἀληθῶς ἀπότηξιν καὶ ζωήν. Γέγονε δὲ καὶ πρῶτος αὐτὸς γεννητὸς τοῦ ἁγίου Πνεύματος, κατά γε, φημί, τὴν σάρκα, ἵν' ὥσπερ ὁδῷ καὶ εἰς ἡμᾶς αὐτοὺς διαβαινούσης τῆς χάριτος, «οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός,» ἀλλ' ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευματικήν, Πατέρα καλῶμεν τὸν Θεόν, οὕτω τε ἄφθαρτοι διαμένωμεν, ὡς οὐκ ἔτι πατέρα τὸν πρῶτον ἔχοντες, τουτέστιν Ἀδάμ, ἐν ᾧ καὶ ἐφθάρμεθα. Καὶ γοῦν ἔφη Χριστὸς πῆ μὲν ὅτι «Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.» Πῆ δὴ δέ, ὡς ἐν τοῖς καθ' ἡμᾶς διὰ τοῦτο καθιγμένος ἵν' ἡμᾶς ἀγάγῃ πρὸς τὸ ἴδιον αὐτοῦ καὶ θεοπρεπὲς ἀξίωμα· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Αὐτοῦ μὲν γὰρ φύσει Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, ἡμῶν δὲ Θεός. Ἐπειδὴ δὲ ὁ φύσει καὶ ἀληθῶς Υἱὸς γέγονε καθ' ἡμᾶς, Θεὸν ἐσχηκέναι φησὶν αὐτόν, κατά γε τὸν τῇ κενώσει πρέποντα λόγον.