Ancient Greek
Page 725
Cyrillus Theol., Quod unus sit Christus 725
Not analysed yet
Δέδωκε δὲ καὶ ἡμῖν τὸν ἑαυτοῦ Πατέρα. Γέγραπται γὰρ ὅτι «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.» Εἰ δὲ ἀναιρήσομεν ἀμαθῶς τὸ ἐν ἀποτέξει γενέσθαι τῇ καθ' ἡμᾶς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, τὸν ἐν πᾶσι πρωτεύοντα, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν, πρὸς τίνα λοιπὸν μορφούμενοι γεννητοὶ Θεοῦ διὰ Πνεύματος χρηματιοῦμεν ἡμεῖς; Τίνα τοῦ πράγματος λαβόντες τὴν ἀπαρχήν, ἢ καὶ τίνος ὅλως εἰς ἡμᾶς πέμποντος τὸ ἀξίωμα; Β— Φαῖεν ἄν, ὥς γε οἴμαι, καὶ αὐτοί· Τοῦ ἐνανθρωπήσαντος Λόγου. Α— Εἶτα πῶς ἔσται τοῦτο ἀληθὲς εἰ μὴ αὐτὸς γέγονε σάρξ, τουτέστιν ἄνθρωπος, ἴδιον ποιησάμενος σῶμα τὸ ἀνθρώπινον καθ' ἕνωσιν ἀδιάσπαστον, ἵνα καὶ αὐτοῦ νοῆται καὶ οὐχ ἑτέρου τινός; Πέμψει γὰρ οὕτω καὶ εἰς ἡμᾶς τῆς υἱοθεσίας τὴν χάριν, καὶ γεννητοὶ Πνεύματος ἐσόμεθα καὶ ἡμεῖς ἅτε δὴ τῆς ἀνθρώπου φύσεως ἐν αὐτῷ καὶ πρώτῳ λαχούσης τοῦτο. Καί μοι δοκεῖ τοιοῦτόν τι καθ' ἑαυτὸν ἐννενοηκὼς φάναι που καὶ μάλα ὀρθῶς ὁ θεσπέσιος Παῦλος· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου,» καὶ τὸν μὲν πρῶτον ἄνθρωπον ἐκ γῆς χοϊκόν, τὸν δὲ δεύτερον ἐξ οὐρανοῦ, ἀλλ' «οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.» Χοϊκοὶ γάρ ἐσμεν ὡς ἐκ χοϊκοῦ τοῦ Ἀδὰμ παρεμπεσούσης εἰς ἡμᾶς τῆς ἀρᾶς τῆς φθορᾶς, δι' ἧς καὶ ὁ τῆς ἁμαρτίας εἰσέδυ νόμος, ὁ ἐν τοῖς μέλεσι τοῖς τῆς σαρκός. Ἐπουράνιοι δὲ γεγόναμεν ὡς ἐν Χριστῷ λαβόντες τὸ χρῆμα. Θεὸς γὰρ ὢν φύσει καὶ ἐκ Θεοῦ καὶ ἄνωθεν, καταπεφοίτηκεν ἐν τοῖς καθ' ἡμᾶς ἀσυνήθως τε καὶ ξένως, γεννητὸς κατὰ σάρκα γεγονὼς τοῦ Πνεύματος, ἵνα ἅγιοί τε καὶ ἄφθαρτοι καὶ ἡμεῖς κατ' αὐτὸν διαμείνωμεν ὡς ἐξ ἀρχῆς καὶ ῥίζης δευτέρας αὐτοῦ δηλονότι καταβαινούσης εἰς ἡμᾶς τῆς χάριτος. Β— Ἄριστα ἔφης. Α— Τίνα δὲ τρόπον καὶ ὡμοιῶσθαί φασιν αὐτὸν κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν; Ἢ καὶ τίς ὅλως νοοῖτο ἂν ὁ τὴν ὁμοίωσιν ὑπελθὼν εἰ μὴ κατὰ φύσιν ἕτερος ἦν καὶ οὐκ ἔν γε τοῖς καθ' ἡμᾶς; Τὸ γάρ τισιν ὁμοιούμενον εἶναί που πάντως ἀνάγκη διάφορον παρ' αὐτούς, καὶ οὐκ ἐοικὸς αὐτοῖς, ἑτεροειδὲς δὲ μᾶλλον ἢ γοῦν ἑτεροφυές.