Ancient Greek · ~8 min
Page 726
Cyrillus Theol., Quod unus sit Christus 726
Not analysed yet
Ἀνόμοιος τοίνυν ὑπάρχων ἡμῖν κατὰ φύσιν ὁ Μονογενής, ὡμοιῶσθαι λέγεται γεγονὼς καθ' ἡμᾶς, τουτέστιν ἄνθρωπος. Γένοιτο δ' ἂν τοῦτο καὶ μάλα ὀρθῶς καὶ μόνως <ὡς> ἐν ἀποτέξει τῇ καθ' ἡμᾶς εἰ καὶ παραδόξως ἐπ' αὐτοῦ. Θεὸς γὰρ ἦν ὁ σαρκούμενος. Ὁμολογείσθω γε μὴν ὡς ἐψύχωτο νοερῶς τὸ ἑνωθὲν αὐτῷ σῶμα. Οὐ γάρ τοι τὸ κρεῖττον τῶν ἐν ἡμῖν ἀφείς, τουτέστι ψυχήν, μόνου πεποίηται φειδὼ γηΐνου σώματος, ἀλλ' ὁμοῦ ψυχῆς καὶ σώματος προενόησε σοφῶς, Θεὸς ὤν, ὁ Λόγος. Β— Σύμφημι· φρονεῖς γὰρ ὀρθῶς. Α— Οὐκοῦν εἰ λέγοιεν οἱ δι' ἐναντίας ἥκιστα μὲν θεοτόκον ὀνομάζεσθαι δεῖν τὴν ἁγίαν Παρθένον, Χριστοτόκον δὲ μᾶλλον, δυσφημοῦσιν ἀναφανδόν, καὶ τοῦ εἶναι Θεὸν καὶ Υἱὸν ἀληθῶς ἀποσοβοῦσι Χριστόν. Εἰ γὰρ εἶναι πιστεύουσι Θεὸν ἀληθῶς αὐτόν, ὡς καθ' ἡμᾶς γεγονότος τοῦ Μονογενοῦς, ἀνθότου καταπεφρίκασι θεοτόκον εἰπεῖν τὴν τεκοῦσαν αὐτόν, κατά γέ φημι τὴν σάρκα; Β— Ναί, φασίν. Ἔοικε γὰρ καταμόνας τῷ ἐκ γυναικὸς καὶ ἐκ σπέρματος τοῦ Δαυεὶδ τὸ Χριστὸς ὄνομα, διὰ τὸ κεχρῖσθαι τῷ ἁγίῳ Πνεύματι. Δεηθείη δ' ἂν οὐδαμῶς, τό γε ἧκον εἰς ἰδίαν φύσιν, ὁ ἐκ Θεοῦ Λόγος τοῦ τοιοῦδε χρίσματος, εἴπερ ἐστὶν ἅγιος κατὰ φύσιν. Ἦ γὰρ οὐχὶ τὸ χριστὸς ὄνομα χρίσιν τινὰ γενομένην ὑπεμφήνειεν ἄν; Α— Ἔφης μὲν ὀρθῶς ὡς διά τοι τὸ κεχρῖσθαι μόνον χριστὸς ὀνομάζεταί <τις>, καθάπερ ἀμέλει καὶ ἀπόστολος διὰ τὴν ἀποστολήν, ἄγγελός τε διὰ τὸ ἀγγέλειν. Τὰ γὰρ τοιάδε τῶν ὀνομάτων πραγμάτων τινῶν ποιεῖται δήλωσιν, οὐχ ὑποστάσεων ἰδικῶν, οὔτε μὴν προσώπων ὁμολογουμένων. Κέκληνται γὰρ καὶ οἱ προφῆται χριστοί, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.» Ἔφη δὲ καὶ ὁ προφήτης Ἀββακούμ· «Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.» Πλὴν ἐκεῖνο φράσον. Οὐ γὰρ εἶναί φασι καὶ αὐτοὶ Χριστὸν ἕνα καὶ Υἱόν, ὡς Κύριον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον; Β— Φαῖεν ἂν ἴσως, ἐοικέναι γε μὴν οὐχὶ δήπου μᾶλλον τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ τὸ Χριστὸς ὄνομα βούλονται, διά τοι τὸ μὴ κεχρῖσθαι κατ' ἰδίαν φύσιν ὡς Θεόν. Προσεπάγουσι δὲ τούτῳ κἀκεῖνο. Οὐ γάρ τοι, φασίν, ὡς ἕν ἐστι