Ancient Greek
Page 727
Cyrillus Theol., Quod unus sit Christus 727
Not analysed yet
τῶν ὀνομάτων ἅπερ ἂν λέγοιτο πρὸς ἡμῶν καὶ ἐπ' αὐτοῦ τοῦ Πατρὸς ἢ καὶ τοῦ ἁγίου Πνεύματος. Α— Οὔπω μάλα ἐστὶν ἐναργὴς ὁ λόγος. Διασάφει οὖν, δράσεις γὰρ ὀρθῶς. Β— Ἄκουε δή. Πλείστην μὲν γὰρ καὶ διαφόρως ἐξενηνεγμένην τὴν τοῦ Υἱοῦ κλῆσιν παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς ἔνεστιν ἰδεῖν. Ὠνόμασται γὰρ Θεός, καὶ Κύριος, καὶ φῶς, καὶ ζωή, καὶ μέντοι καὶ βασιλεύς, καὶ τῶν δυνάμεων Κύριος, ἅγιός τε καὶ παντοκράτωρ. Ἀλλ' εἰ βούλοιτό τις καὶ ἐπ' αὐτοῦ φάναι ταυτὶ τοῦ Πατρὸς ἢ γοῦν τοῦ ἁγίου Πνεύματος, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος· μιᾶς γὰρ φύσεως μία που πάντως ἔσται καὶ ἡ τῶν ἀξιωμάτων ὑπεροχή. Εἴπερ οὖν ἐστιν ἀληθῶς ἐοικὸς ὄνομα τῷ Μονογενεῖ τὸ Χριστός, χωρείτω, φασίν, ἀδιακρίτως μετὰ τῶν ἄλλων καὶ ἐπ' αὐτοῦ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ δέ ἐστιν ἀπίθανον κομιδῇ τὸ ἐφαρμόζειν αὐτὸ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, οὐδ' ἂν αὐτῷ, κατὰ τὸ εἰκός, ἔσται τῷ Μονογενεῖ. Ἐκνενέμηται δὲ μᾶλλον ὡς ἀληθῶς τῷ ἐκ σπέρματος τοῦ Δαυείδ, ἐφ' οὗπερ ἂν εἴη καὶ ἀνεπίπληκτον κομιδῇ τὸ κεχρῖσθαι τῷ Πνεύματι καὶ νοεῖν καὶ λέγειν. Α— Κοινὰ μὲν εἶναί φαμεν καὶ ἡμεῖς αὐτοὶ Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τῶν θεοπρεπῶν ἀξιωμάτων τὰ ὀνόματα, καὶ ἰσομέτροις εὐκλείαις στεφανοῦν εἰθίσμεθα ὁμοῦ τῷ γεννήσαντι τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν, καὶ προσέτι τὸ Πνεῦμα τὸ ἅγιον. Πλήν, ὦ βέλτιστοι, φαίην ἄν, τὸ Χριστὸς ὄνομα, καὶ αὐτὸ δὲ τὸ χρῆμα, τουτέστιν ἡ χρίσις, μετὰ τῶν τῆς κενώσεως τρόπων προσγέγονε τῷ Μονογενεῖ, ἐναργῆ τῆς ἐνανθρωπήσεως τοῖς ἀκροωμένοις εἰσκομίζον τὴν δήλωσιν. Ὅτι γὰρ κέχρισται καθὸ πέφηνεν ἄνθρωπος, κατασημήνειεν ἂν εὖ μάλα. Εἰ μὲν οὖν μὴ αὐτὸν τὸν τῆς μετὰ σαρκὸς οἰκονομίας ἐβασανίζομεν λόγον, ἀλλ' ἔξω που τέως τῶν τῆς κενώσεως ὄντα μέτρων προὔκειτο βλέπειν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ἦν ἂν καὶ μάλα εἰκότως ἀσύφηλον κομιδῇ Χριστὸν ὀνομάζειν τὸν μὴ κεχρισμένον. Ἐπειδὴ δὲ τὸ θεῖον καὶ ἱερώτατον Γράμμα σάρκα γενέσθαι φησὶν αὐτόν, πρέποι ἂν ἤδη καὶ ἡ χρίσις αὐτῷ, γενομένη περὶ τὴν σάρκωσιν, ἥτις ἐστὶν αὐτοῦ. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος· «Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες. Δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Ἡγιάζετο γὰρ μεθ' ἡμῶν ὅτε γέγονε καθ' ἡμᾶς. Ὅτι δὲ ἀληθῶς Υἱὸς ὁ χριόμενος ἦν, καθὸ γέγονε σάρξ, ἢ γοῦν τέλειος ἄνθρωπος, πιστώσεται λέγων ὁ θεσπέσιος Δαυεὶδ πρὸς αὐτόν· «