Ancient Greek · ~9 min
Page 728
Cyrillus Theol., Quod unus sit Christus 728
Not analysed yet
Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Σύνες οὖν ὅπως καὶ Θεὸν εἰπὼν καὶ θρόνον αὐτῷ τὸν εἰς αἰῶνα δούς, κεχρῖσθαί φησι παρὰ Θεοῦ, δῆλον δὲ ὅτι τοῦ Πατρός, ἐξαιρέτῳ τινὶ χρίσει παρὰ τοὺς μετέχοντας αὐτοῦ, τουτέστιν ἡμᾶς. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος, καίτοι Θεὸς ὢν ὁ Λόγος, ἀλλ' ἦν καὶ οὕτως ἀπροσδεὴς τῶν τῆς ἰδίας φύσεως ἀγαθῶν, αὐτοτελής τε ὑπάρχων καὶ «πλήρης χάριτος καὶ ἀληθείας,» κατά γε τὴν Ἰωάννου φωνήν. Καὶ ἔχει μὲν αὐτὸς ἀρτίως εἰς πᾶν ὁτιοῦν τῶν θεοπρεπῶν, ἀπὸ δὲ «τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν,» κατὰ τὸ γεγραμμένον. Ὁμοῦ τοιγαροῦν τοῖς τῆς ἰδίας ἀνθρωπότητος μέτροις καὶ τὰ αὐτῆς οἰκειούμενος, Χριστὸς ὀνομάζεται, κἂν εἰ μὴ κεχρῖσθαι νοοῖτο, κατά γέ φημι τὴν τῆς θεότητος φύσιν, ἢ γοῦν καθὸ νοεῖται Θεός. Ἐπεὶ φράσον, πῶς ἑτέρως νοοῖτ' ἂν <εἶς> Χριστὸς <καὶ> Υἱὸς καὶ Κύριος, ἀπαξιοῦντος τοῦ Μονογενοῦς τὴν χρίσιν, καὶ τῶν τῆς κενώσεως μέτρων οὐκ ἀνεχομένου; Β— Ἑτέραν γέ πως ἢ καθ' ἡμᾶς ἴενται τρίβον, τὸ τῆς εὐσεβείας μυστήριον ἀσυνέτως διερμηνεύοντες. Φασὶ γὰρ ὡς ὁ Θεὸς Λόγος ἄνθρωπον εἴληφε τέλειον, ἐκ σπέρματος ὄντα Ἀβραὰμ καὶ Δαυείδ, κατὰ τὴν διαγόρευσιν τῶν Γραφῶν, τοῦτο ὄντα τὴν φύσιν ὅπερ ἦσαν ἐκεῖνοι ὧνπερ ἐκ σπέρματος ἦν, ἄνθρωπον τέλειον τὴν φύσιν, ἐκ ψυχῆς τε νοερᾶς καὶ σαρκὸς συνεστῶτα ἀνθρωπίνης, ὃν ἄνθρωπον ὄντα καθ' ἡμᾶς τὴν φύσιν, Πνεύματος ἁγίου δυνάμει ἐν τῇ τῆς Παρθένου μήτρᾳ διαπλασθέντα, «γενόμενόν τε ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα πάντας ἡμᾶς ἐξαγοράσῃ» τῆς τοῦ νόμου δουλείας, τὴν πόρρωθεν προωρισμένην υἱοθεσίαν ἀπολαβόντας, καινῶς συνῆψεν ἑαυτῷ, θανάτου μὲν αὐτόν, κατὰ νόμον ἀνθρώπων, πειραθῆναι παρασκευάσας, ἐγείρας δὲ ἐκ νεκρῶν, καὶ ἀναγαγὼν εἰς οὐρανόν, καὶ καθίσας ἐκ δεξιῶν τοῦ Θεοῦ. Ὅθεν δὴ «ὑπεράνω πάσης ὑπάρχων Ἀρχῆς τε καὶ Ἐξουσίας, καὶ Δυνάμεως, καὶ Κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐκ ἐν τῷ αἰῶνι τούτῳ μόνον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι,» τὴν παρὰ πάσης τῆς κτίσεως δέχεται προσκύνησιν, ὡς ἀχώριστον πρὸς τὴν θείαν φύσιν ἔχων τὴν συνάφειαν, ἀναφορᾷ Θεοῦ καὶ ἐννοίᾳ πάσης αὐτῷ τῆς κτίσεως τὴν προσκύνησιν ἀπονεμούσης.