Ancient Greek
Page 729
Cyrillus Theol., Quod unus sit Christus 729
Not analysed yet
Καὶ οὔτε δύο φαμὲν υἱούς, οὔτε δύο κυρίους, ἐπειδὴ δὲ Υἱὸς κατ' οὐσίαν ὁ Θεὸς Λόγος, ὁ μονογενὴς Υἱὸς τοῦ Πατρός, ᾧπερ οὗτος συνημμένος τε καὶ μετέχων, κοινωνεῖ τῆς Υἱοῦ προσηγορίας καὶ τιμῆς, καὶ Κύριος κατ' οὐσίαν ὁ Θεὸς Λόγος, ᾧ συνημμένος οὗτος, κοινωνεῖ τὴς τιμῆς. Καὶ διὰ τοῦτο οὔτε δύο φαμὲν υἱούς, οὔτε δύο κυρίους, ἐπειδὴ δήλου τοῦ κατ' οὐσίαν ὄντος Κυρίου καὶ Υἱοῦ ἀχώριστον ἔχων τὴν πρὸς αὐτὸν συνάφειαν ὁ τῆς ἡμετέρας σωτηρίας ληφθεὶς ἕνεκεν, συναναφέρεται τῇ τε ὀνομασίᾳ καὶ τῇ τιμῇ τοῦ Υἱοῦ καὶ τοῦ Κυρίου. Α— Βαβαὶ τῆς ἀσυνεσίας καὶ ἐμπλήκτου φρενὸς τῶν ὧδε ταῦτ' ἔχειν οὐκ οἶδ' ὅπως ὑπειληφότων. Ἀπιστία γὰρ τὸ χρῆμα καὶ ἕτερον οὐδέν, καὶ δυσσεβῶν εὑρεμάτων καινότης, καὶ ἀνατροπὴ τῶν θείων τε καὶ ἱερῶν κηρυγμάτων, ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ διακεκραγότων, τὸν ἐκ Θεοῦ Πατρὸς δηλονότι Λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, ὥστε εἶναι τὸν αὐτὸν Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, καὶ ἑνὸς τὰ πάντα τὰ θεοπρεπῆ καὶ προσέτι τὰ ἀνθρώπινα. Οὗτος γὰρ ὑπάρχων ἀεὶ καὶ ὑφεστηκώς, κατά γε τὸ εἶναι Θεός, ὑπέμεινε γέννησιν τὴν κατὰ σάρκα ἐκ γυναικός. Ἑνὸς οὖν ἄρα καὶ τοῦ αὐτοῦ καὶ τὸ ἀϊδίως εἶναι καὶ ὑφεστάναι καὶ ἐν ἐσχάτοις καιροῖς κατὰ σάρκα γεννηθῆναι, ὃς ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός, ἡγιάζετο μεθ' ἡμῶν καθὸ πέφηνεν ἄνθρωπος, ᾧπερ ἂν πρέποι τὸ ἁγιάζεσθαι. Καὶ ἐν δεσποτικοῖς ὑπάρχων ἀξιώμασι, καὶ τὴν τοῦ δούλου μορφὴν ὡς ἰδίαν ἔχων, Θεὸν ὠνόμαζεν αὐτοῦ τὸν Πατέρα. Ζωὴ καὶ ζωοποιὸς ὑπάρχων ὡς Θεός, ζωοποιεῖσθαι λέγεται παρὰ τοῦ Πατρὸς καθὸ πέφηνεν ἄνθρωπος. Πάντα τοίνυν αὐτοῦ, καὶ οὐκ ἀτιμάζει τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἐπῄνεσεν ὁ Πατήρ, εἴπερ ἐστὶν ἀληθῆ τὰ διὰ τῆς τοῦ Παύλου φωνῆς. Ποτὲ μὲν γὰρ ἔφη· «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ,» ποτὲ δὲ πάλιν· «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν ἁπάντων παρέδωκεν αὐτόν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται.» Ἆρ' οὖν οὐκ εὐθὺ σκοποῦ τῶν ἱερῶν Γραμμάτων ὁ πρὸς ἡμῶν εἶσι λόγος; Β— Πῶς γὰρ οὔ; Α— Εἰ δὲ δή, καθά φασιν οἱ δι' ἐναντίας καὶ φρονεῖν ἐγνώκασιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, λαβὼν ἄνθρωπον ἐκ