Ancient Greek · ~9 min
Page 730
Cyrillus Theol., Quod unus sit Christus 730
Not analysed yet
σπέρματος τοῦ θεσπεσίου Δαυεὶδ καὶ Ἀβραάμ, πλασθῆναι μὲν ἐν τῇ ἁγίᾳ Παρθένῳ παρεσκεύασε, καὶ τοῦτον ἑαυτῷ συνῆψε, καὶ θανάτου πεποίηκεν εἰς πεῖραν ἐλθεῖν, καὶ μὴν καὶ ἐγείρας ἐκ νεκρῶν ἀνεκόμισεν εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, περιττῶς, ὡς ἔοικε, πρός τε τῶν ἁγίων πατέρων καὶ πρός γε ἡμῶν αὐτῶν καὶ ἁπάσης γε τῆς θεοπνεύστου Γραφῆς ἐνανθρωπῆσαι λέγεται. Δηλοῖ γάρ, οἶμαι, τουτὶ καὶ ἕτερον οὐδὲν ὁ πάνσοφος Ἰωάννης, γεγραφὼς ὅτι «Ὁ Λόγος σὰρξ ἐγένετο.» Ἀντέστραπται δέ, κατὰ τὸ εἰκός, πρὸς πᾶν τοὐναντίον τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον. Οὐ γὰρ ἔστιν ἰδεῖν ὡς Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, μορφὴν δούλου λαβών, καὶ τεταπείνωκεν ἑαυτόν, ἀλλ' ἔκ γε τῶν ἐναντίων, ἀνεκομίσθη μὲν ἄνθρωπος εἰς τὴν τῆς θεότητος δόξαν καὶ τὴν κατὰ πάντων ὑπεροχήν, ἔλαβε δὲ καὶ Θεοῦ μορφήν, καὶ ὑψώθη μᾶλλον, σύνθρονος γεγονὼς τῷ Πατρί. Ἦ οὐκ ἀληθὲς ὅ φημι; Β— Παντάπασι μὲν οὖν. Α— Εἰ δὲ ἀληθές, καθά φασι, καὶ ἀπηξίωσε τὴν οἰκονομίαν ὁ Μονογενής, ποίας ἔτι κατεφρόνησεν αἰσχύνης; Ποῦ δὲ γέγονεν ὑπήκοος τῷ Πατρὶ «μέχρι θανάτου, θανάτου δὲ σταυροῦ;» Καὶ εἰ λαβὼν ἄνθρωπον, ἤγαγε μὲν καὶ εἰς πεῖραν αὐτὸν τοῦ θανάτου, ἀνακομίσας δὲ καὶ εἰς οὐρανούς, σύνεδρον ἀπέφηνε τῷ Πατρί, ποῖ δὴ ἄρα λοιπὸν ὁ αὐτοῦ φανεῖται θρόνος, εἴπερ οὐ δύο φασὶν υἱούς, ἕνα δὲ μᾶλλον τὸν συνεδρεύοντα, τὸν ἐκ σπέρματος δηλονότι Δαυείδ τε καὶ Ἀβραάμ; Πῶς δ' ἂν καὶ αὐτὸς Σωτὴρ λέγοιτο γενέσθαι τοῦ κόσμου, καὶ οὐχὶ δὴ μᾶλλον ἀνθρώπου πρόξενος ἤτοι παρακομιστής, δι' οὗ καὶ σεσώσμεθα; Καὶ τέλος νόμου καὶ προφητῶν γέγονεν ἄνθρωπος ἕτερος ὢν παρ' αὐτόν. Λαλεῖ γὰρ ὁ νόμος τὸ Χριστοῦ μυστήριον, καὶ περὶ αὐτοῦ γέγραφεν ὁ Μωϋσῆς, ὃς καὶ γέγονεν ἡμῖν παιδαγωγὸς ἐπ' αὐτόν. Οἴχεται δέ που πρὸς τὸ μηδὲν ἡ πίστις, ἔρρει γὰρ †οπου δε† παντελῶς οὐδὲν τὸ σεπτὸν ἡμῶν μυστήριον. Ὃ δὴ καὶ ὁ πανάριστος Παῦλος διατρανοῖ λέγων· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν, ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἀναγαγεῖν [ἐκ νεκρῶν]. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, Κύριος Ἰησοῦς,