Ancient Greek · ~9 min
Page 731
Cyrillus Theol., Quod unus sit Christus 731
Not analysed yet
καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.» Πῶς οὖν ἔτι μέγα τε καὶ εὐκλεὲς καὶ ἐν ὑπερτάτῳ θαύματι τὸ τῆς «εὐσεβείας μυστήριον,» εἰ χρὴ πιστεύειν ὅτι, καθά φασιν οἱ διεστραμμένοι, ἄνθρωπος ληφθεὶς καὶ τῷ Θεῷ Λόγῳ σχετικῶς συνημμένος ἀπέθανέ τε καὶ ἀνεβίω καὶ ἀνεκομίσθη μὲν εἰς τὸν οὐρανόν; Ἄπιστον δὲ ἴσως φανεῖταί τισιν εἰ μὴ Θεὸς ὢν φύσει καὶ ἀληθῶς, τοῖς τῆς θεότητος ἐναβρύνεται θάκοις, ἐξωσθέντος τάχα που τοῦ κατὰ φύσιν Υἱοῦ, καὶ παρεστήκασι μὲν τάξιν ἔχοντες τὴν λειτουργικὴν ἄγγελοι καὶ ἀρχάγγελοι καὶ τὰ ἔτι τούτων ἐπέκεινα Σεραφίμ, οὐ τῷ κατὰ ἀλήθειαν Υἱῷ καὶ Θεῷ, ἀνθρώπῳ δὲ μᾶλλον, τὸ τῆς υἱότητος ὄνομα μεθεκτῶς καὶ εἰσκεκριμένως καὶ τρόπῳ τῷ καθ' ἡμᾶς πλουτήσαντι, καὶ τῆς οὕτω θεοπρεπεστάτης ἀξιωθέντι τιμῆς. Καταπεφρίκασι γὰρ ἥκιστά γε καὶ τοῦτο λέγοντες οἱ δι' ἐναντίας. Ἆρ' οὐ τῆς ἐσχάτης ἀνοσιότητός τε καὶ δυσσεβείας αὐτοῖς τὸ δόγμα μεμέστωται; Τὸ γάρ τοι δοτὸν καὶ εἰσκεκριμένον ἀπόβλητον εἴη ἄν, καὶ τὸ θύραθεν πορισθὲν οὐκ ἀνύποπτον ἔχει τὴν ζημίαν. Καὶ σιωπῶ τὸ δύσφημον ἔτι καὶ ἀπηχὲς εἰς λόγους. Ἀνθότου δὴ οὖν τῆς οἰκονομίας τὸ ἐξαίρετον κατασύρουσιν εἰς τὸ ἀκαλλές, καὶ τὴν θείαν τε καὶ ἱεροτάτην ἡμῶν θρησκείαν ἀνθρωπολατρείαν ἤδη καὶ ἕτερον οὖσαν οὐδὲν ἀποφαίνουσιν, ἀποκομίζοντες μὲν τοῦ κατ' ἀλήθειαν Υἱοῦ, συναφθέντα δέ τινα σχετικῶς αὐτῷ προσκυνεῖν ἀναπείθοντες, ὃν καὶ ὑπεράνω πάσης Ἀρχῆς τε καὶ Ἐξουσίας καὶ Κυριοτήτων διελάσαι φασιν, οὐχὶ μόνοις τοῖς ἐπὶ γῆς, ἀλλὰ καὶ αὐταῖς ταῖς ἄνω λογικαῖς δυνάμεσι τὸν τοῦ πεπλανῆσθαι μῶμον ἐπάγοντες, εἰ προσκυνοῦσι μεθ' ἡμῶν ἐνανθρωπήσαντα μὲν οὐδαμῶς τὸν φύσει τε καὶ ἀληθῶς Υἱὸν καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀναλάμψαντα Λόγον, ὡς ἕτερον δέ τινα παρ' αὐτὸν <τὸν> ἐκ σπέρματος τοῦ Δαυείδ, θελήσει τάχα που μόνῃ παρ' αὐτοῦ καὶ τοῖς θύραθεν ἐξωραϊσμοῖς εἰδοποιηθέντα Θεόν, οὐκ ὄντα δὲ τοῦτο κατὰ ἀλήθειαν. Β— Ἀλλὰ κἂν ἄνθρωπος ἰδικῶς νοῆται, φασίν, ἀναφορᾷ Θεοῦ καὶ ἐννοίᾳ τὴν παρὰ πάσης τῆς κτίσεως προσκύνησιν ἔχει. Α— Εἶτα τίνα τρόπον πρέποι ἄν, εἰπέ μοι, πρὸς ἡμῶν νοεῖσθαι καὶ λέγεσθαι τῆς παρ' αὐτῶν θρυλλουμένης ἀναφορᾶς τὸ χρῆμα; Καὶ φέρε τὴν θείαν τε καὶ ἱερὰν πολυπραγμονοῦντες Γραφήν, καταθρήσωμεν ἀπ' αὐτῆς τὸ ζητούμενον.